-" ?> Ἀγῶνες

Ἔργα

Ἀττικῶς φιλοσοφεῖν     Χοροί, ὀρχῆστραι, δημιουργικαὶ ὁμάδες

Πρόγραμμα     Ἀγῶνες      Χειμερινὸν ἔργον      Ἐντυπώσεις

2003     2005     2010     2011     2016     2017     2018     2019

 

 

Ἀγὼν Ἁρμονίας 2017

Διεθνὴς ἀγὼν πρὸς προαγωγὴν τῆς ἀρχαίας ἑλληνικῆς γλώττης

 

Σκοπὸς τοῦ ἐφετεινοῦ ἀγῶνός ἐστι ποιεῖν βίντεον ἄριστον (μὴ πλέον τῶν δέκα λεπτῶν), ὃ καὶ νέους καὶ πρεσβυτέρους πάσης ἡλικίας εἰς τὴν τῆς ἀρχαίας ἑλληνικῆς γλώττης σπουδὴν προτρέψασθαι δύναται.

Τὸ βίντεον δεῖ ποιεῖν ὥσπερ δρᾶμα. Οἱ διάλογοι ἐν τούτῳ τῷ δράματι δύνανται εἶναι ἀγγλιστί, γερμανιστί, γαλλιστί, καὶ δὴ καὶ νεοελληνιστί, ἐν ὁμίλοις οὐ πλειόνων ἢ τριῶν ἀνθρώπων, ὧν ἕνα γε δεῖ τὴν ἀρχαίαν ἑλληνικὴν γλῶτταν ἢ μανθάνειν ἢ ἐπίστασθαι. Δύνασθε δὲ καὶ μείγνυναι τὰς διαφόρους γλώτtas ἐν ἑνὶ διαλόγῳ, ἀλλὰ δεῖ τι μέρος τῶν διαλόγων εἶναι ἀρχαίᾳ ἑλληνικῇ.

Τοῖς ἀρίστοις βιντέοις ἆθλα δοθήσεται:

Πρῶτον ἆθλον: Οἱ νικῶντες δωρεὰν οἰκήσουσι δύο ἑβδομάδας ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ, ἐν κοινῷ δωματίῳ (δύο ἢ τριῶν κλινῶν), καὶ δυνήσονται μετέχειν τῆς διδασκαλίας "Ἀττικιστὶ διαλέγεσθαι".

Κριταί
Οἱ κριταὶ τὰ πεμφθέντα κρινοῦσι καὶ τὰ ἆθλα καὶ τοὺς ἐπαίνους ἀποδώσουσιν.
Πέντε εἰσὶν οἱ κριταὶ ἐκ διαφόρων τῆς Εὐρώπης χωρῶν:

  • Ἰουλία Διαμαντοπούλου, διδάσκαλος τῆς κλασικῆς φιλολογίας, Ἀθῆναι
  • Φλωριανὸς Φάιχτ, διδάσκαλος τῆς ἀρχαίας ἑλληνικῆς, Αἰδελβέργη
  • Δώρα Κατσωνοπούλου, φιλόλογος καὶ ἀρχαιολόγος, ἡγουμένη τῆς ἀνασκαφῆς τῆς Ἑλίκης
  • Βερνέριος Σούλτσε, μουσικός, καθηγητής ἐν Βιέννῃ
  • Ἀνδρέας Δρέκης, ἰθύνων νοῦς τῶν κριτῶν καὶ ἱδρυτὴς τοῦ Ἑλληνικοῦ Εἰδυλλίου

 

Ὅροι τῆς συμμετοχῆς

  • Ἡ τῶν κριτῶν κρίσις κυρία ἐστὶ καὶ ἀνεπίδικος.
  • Οἱ μετέχοντες συγχωροῦσι τὰ ἑαυτῶν ὀνόματα καὶ τὰ βίντεα ἐν τῷ διαδικτύῳ δημοσιεύεσθαι.
  • Δεῖ δηλοῦν τὴν συμμετοχὴν (ἕως τριῶν ἀνθρώπων) δηλώσαντας τὴν ἡλικίαν καὶ τὴν ἐπιστήμην ἑκάστου ἕως τῆς 15ης τοῦ Δεκεμβρίου 2016 δι' ἐπιστολῆς (info@idyllion.eu).
  • Αἱ συμμετοχαὶ δι' ἐπιστολῆς (e-mail) βεβαιωθήσονται. Πάντες οἱ μετέχοντες μαρτύριον λήψονται.

Τὰ βίντεα δεῖ πέμπειν δι' ἐπιστολῆς (info@idyllion.eu) ἕως τῆς 30ης τοῦ Μαρτίου 2017. Οἱ νικῶντες ἀναδειχθήσονται ἕως τῆς 30ης τοῦ Ἀπριλίου 2017.

Πλείω μαθεῖν δύνασθε ἐν τῇ ἡμετέρᾳ ἱστοσελίδι (http://www.idyllion.eu) ἢ διὰ τηλεφώνου: 0030 2103 4610 34.
Τὰ τῶν νικησάντων βίντεα τοῦ ἔτους 2016 δύνασθε ὁρᾶν ἐν τῷ Facebook (https://www.facebook.com/Idyllion).

Προσδοκῶμεν πολλὰ καὶ δημιουργικὰ βίντεα.
Εὐτυχίαν καὶ χαρὰν καὶ δημιουργίαν πᾶσιν ὑμῖν εὐχόμεθα!

 

19.02.-02.04.2017

Συντονωτάτη διδασκαλία (Graecum) ἐν μέσῳ τῆς κλασικῆς Ἑλλάδος

Τί; - Συντονωτάτη διδασκαλία παρὰ τῇ βορειοδυτικῇ ἀκτῇ τῆς Πελοποννήσου ἐπ' αὐτῇ τῇ θαλάττῃ!
Τίνες; - Σπουδάζοντες, οἷον φιλολογίας, φιλοσοφίας, θεολογίας, ἱστορίας, ἀρχαιολογίας
Πότε; - 19.02.-02.04.2017
Πόσον; - Ἡ διδασκαλία μετὰ πάντων τῶν βιβλίων καὶ τῆς οἰκήσεως 750€ (δύο κλῖναι) ἢ 950 € (μία κλίνη), ἄνευ τῆς ὁδοιπορίας (πλοῖον ἢ ἀεροπλάνον)
Φεύγετε τὸ ψῦχος ἐν Γερμανίᾳ καὶ παραχειμάζετε ἄνευ χιόνος ἐν τῷ ἡμετέρῳ εἰδυλλίῳ χωρίῳ μετὰ λεμονιῶν καὶ πορτοκαλεῶν παρὰ τῷ Κορινθιακῷ κόλπῳ!
Ἡ διδασκαλία ἓξ ἑβδομάδας γίγνεται. Ἐν μικρῷ ὁμίλῳ (ἕως 12 ἀνθρώπων) γίγνεται, ἵνα ἡ ἐπιμέλεια ἀκριβὴς ᾖ. Ἡγεμὼν ἔστιν ὁ Γερμανὸς φιλόλογος καὶ παιδαγωγὸς Φλωριανὸς Φάιχτ. Οἰκήσετε ἐν ἰδίῳ δωματίῳ μετὰ σκευῶν ἐν οἰκήματι δύο δωματίων μετὰ τόπου μαγειρικοῦ.
Τὸ "Ἑλληνικὸν Εἰδύλλιον" ἐν τῇ κώμῃ Σελιανίτικα παρὰ τῇ βορειοδυτικῇ ἀκτῇ τῆς Πελοποννήσου ὑπάρχει πλεῖον πέντε καὶ εἴκοσι ἐτῶν. Ἀπὸ τοῦ ἔτους 1992 καθ' ἕκαστον ἐνιαυτὸν γίγνεται σεμινάριον δύο ἑβδομάδων, ἐν ᾧ οἱ μετέχοντες ἀρχαιοελληνιστί περὶ τῶν παλαιῶν λόγων διαλέγονται (Link: http://www.idyllion.eu/de/2-1_attisch_philosophieren.html). Φλωριανὸς Φάιχτ ἔστιν ὁ ἡγεμὼν τούτου τοῦ θαυμαστοῦ σεμιναρίου ἤδη τρία ἔτη. Νῦν δὲ καὶ αὕτη ἡ συντονωτάτη διδασκαλία προσθέσεται. Παρὰ τῷ αἰγιαλῷ ὄντες δύνασθε τὴν μάθησιν τῆς ἀρχαίας γλώττης μετὰ περιπάτων καὶ θεαμάτων τῶν παλαιῶν τόπων, οἷον Ὀλυμπίας, Δελφῶν, Μυκηνῶν, Ἐπιδαύρου καὶ τῆς Ἀκροπόλεως τῶν Ἀθηνῶν, καὶ τῆς γνώσεως τοῦ Ἑλληνικοῦ πολιτισμοῦ κάλλιστα μείγνυναι.
Τὸ ποικίλον τοῦ ἡμετέρου χωρίου παρακαλεῖ ὑμᾶς δημιουργικοὺς καὶ μουσικοὺς εἶναι μεταξὺ τῶν μαθημάτων. Εἰσὶ δὲ πλὴν τοῦ κλειδοκυμβάλου (Konzertflügel) πολλὰ μουσικὰ ὄργανα, οἷς χρῆσθαι παντὶ χρόνῳ ἔξεστιν. Καὶ τόποι ἀναπαύσεως, καὶ βιβλιοθήκη (γερμανιστὶ καὶ ἑλληνιστί), καὶ συλλογαὶ μουσικῆς καὶ γραμμάτων, καὶ οἱ πολλοὶ καρποί — οἷον πορτοκάλεα, μανδαρίνια, γκρέιπφρουτ, ἐλάαι καὶ λάχανα — ἐκ τοῦ ἡμετέρου κήπου (τετρακισχιλίων μέτρων), ὃς τοιοῦτος ὢν μοναχός ἐστιν, ὑμῖν παρέχονται.
Πρὸς δὲ τούτοις πολλαὶ καπηλεῖαι (restaurants) καὶ ταβέρναι ἐν τῇ κώμῃ εἰσίν. Ἡ δὲ εὐκαιρία τῶν ὁδῶν ποιεῖ ὑμῖν ῥᾳδίως τὴν χώραν γιγνώσκειν διὰ λεωφορείων, πλοίων καὶ σιδηροδρόμων (Αἴγιον ἀπέχει ἓξ χιλιόμετρα, Πάτραι τριάκοντα).
Ποῦ ἄμεινον ἄν τις τὴν ἀρχαίαν ἑλληνικὴν μάθοι ἢ ἐν τῇ χώρᾳ ἐν ᾗ ἐγένετο; Μείγνυτε οὖν τὸ χρήσιμον τῷ τερπνῷ καὶ παρασκευάζεσθε ἐν ὀλιγίστῳ χρόνῳ ἐν Ἑλλάδι πρὸς τὴν ὑμετέραν ἐπιστήμην ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ! Ἔξεστι δὲ ὑμῖν καὶ πρὸ καὶ μετὰ τὴν διδασκαλίαν ἐνθάδε μένειν.
Ἐπικοινωνία καὶ συμμετοχή: 
Ἀνδρέας Δρέκης, ἱδρυτὴς καὶ ἰθύνων νοῦς τοῦ Ἑλληνικοῦ Εἰδυλλίου 
E-mail: info@idyllion.eu Tel.: 0030 26910 72488, mobil: 0030 6972263356
Homepage: http://www.idyllion.eu/
Florian Feicht flofeicht@googlemail.com διὰ πλείονας πληροφορίας.
Τέλος τῆς συμμετοχῆς: 15. Νοεμβρίου 2016 — Προσέχετε: Ὁ ἀριθμὸς τῶν μετεχόντων περιορισμένος ἐστίν (12 ἄνθρωποι).