Προγράμματα
Μετὰ τὸν παρελθόντα ἀγῶνα μαθητῶν καὶ μαθητριῶν ἀνθρωπιστικῶν γυμνασίων τε καὶ σχολείων Βάλντορφ, ἐνταῦθα ἐκτιθέμεθα τὰ βεβραβευμένα ἔργα περὶ τῶν θεμάτων «Ἡ σημασία τῆς ἀρχαίας ἑλληνικῆς γλώττης» καὶ «Τὸ ἀληθές, τὸ καλὸν καὶ τὸ ἀγαθόν».
12.07-26.07.2026
Ἀττικιστὶ διαλέγεσθαι καὶ φιλοσοφεῖν σήμερον
Τριάκοντα καὶ πέντε ἔτη μετὰ τοῦ Florian Feicht. Ποίησιν Ὁμήρου μελετᾶν καὶ ἀπολαύειν!

Μαθηταί, φοιτηταὶ καὶ ἐνήλικοι ἐκ πολλῶν χωρῶν συνέρχονται, ἐκπληττόμενοι ὅτι τῇ ἀρχαίᾳ τῆς Ἑλλάδος γλώττῃ ἀλλήλοις διαλέγεσθαι δύνανται, ἀναγιγνώσκοντες κοινῇ κείμενα ἀξιόλογα καὶ περὶ αὐτῶν διαλεγόμενοι.
Τὸ σεμινάριον γενήσεται ἐν τῷ Κήπῳ τῶν Μουσῶν, ὅστις ὑπὸ ἀμπελώνων ἐσκιασμένος ἐστὶ καὶ δέκα μέτρα ἀπέχει τῆς θαλάσσης.
Τὸ σεμινάριον εὐεργέτημά ἐστι τοῦ Ἑλληνικοῦ Εἰδυλλίου, ὅπερ ὁ κτίστρης Ἀνδρέας Δρεκὶς ἤδη τριάκοντα καὶ ἓν ἔτη ἐπὶ εἰδικαῖς συνθήκαις παρέχει. Ἡ αὐτοῦ διατριβὴ δέχεται τακτικῶς μουσικοὺς καὶ ἄλλους τοὺς τὰ πολιτιστικὰ τιμῶντας, ὧν αἱ συναυλίαι καὶ αἱ ἀκροάσεις τὰς ἑσπέρας κοσμοῦσιν. Ἔξεστι δὲ καὶ ἐκδρομὴν ποιεῖσθαι καὶ θεᾶσθαι δρᾶμά τι ἐν ἀρχαίῳ θεάτρῳ.
Τὸ Ἑλληνικὸν Εἰδύλλιον κεῖται ἐπὶ τῆς βορείας ἀκτῆς τῆς Πελοποννήσου πλησίον τοῦ Αἰγίου, ἐν τόπῳ ὅστις διὰ τὸν αὑτοῦ χαρακτῆρα μάλιστα Ἕλληνας ξένους ἕλκει. Τοῖς μετέχουσι παρέχονται δωμάτια δύο ἕως τεσσάρων κλινῶν. Οἱ ἐνήλικοι δύνανται, εἰ βούλονται, ἐπὶ μικρῷ πλείονι τιμήματι (κατ᾽ αἴτησιν) ἐν μονοκλίνῳ ἢ δικλίνῳ δωματίῳ διαμένειν.
Ἡ τιμὴ τῆς διαμονῆς μετὰ τῆς δυνατότητος μαγειρεύειν ἐν πολυθρόνοις δωματίοις, συμπεριλαμβανομένης τῆς διδασκαλίας ὑπὸ τοῦ καθηγητοῦ καὶ κοινοῦ δείπνου, ἐστὶ 400 EUR δι᾽ ἀμφοτέρας τὰς ἑβδομάδας. Μονόκλινα δωμάτια ἐπὶ προσθέτῳ τιμήματι καὶ κατὰ συμφωνίαν.
Οἱ διδάσκαλοι τῆς ἑλληνικῆς γλώττης ὡς μετέχοντες τοῦδε τοῦ σεμιναρίου λήψονται κατὰ συμφωνίαν ἐλαττωμένην τὴν τῆς διαμονῆς τιμήν, κἂν ἐν ἄλλῳ χρόνῳ μετὰ τῆς τάξεως αὑτῶν πρὸς ἡμᾶς ἔλθωσιν.
Δωρεὰν διαμονή :
Πρὸς τούτοις, μία ἢ δύο τάξεις μετὰ τοῦ αὑτῶν διδασκάλου δύνανται μέχρι δύο ἑβδομάδων δωρεὰν διαμονὴν λαβεῖν, ἐὰν τὸ ἡμέτερον δρᾶμα «Ἑλίκη Ἀθάνατος» ἀρχαϊστὶ ὑποκρίνωνται, ὥσπερ π.χ. τῷ Αὐγούστῳ 2014 μαθηταὶ ἐκ Βιέννης ἢ τῷ Ὀκτωβρίῳ 2015 ἑκκαίδεκα μαθηταὶ τοῦ γυμνασίου Husum μετὰ τῶν τριῶν διδασκάλων αὑτῶν.
Τηλ. 0030 26910 72488 ἢ
0030 6972263356 WhatsApp
E-mail:info@idyllion.eu
Πλείονες πληροφορίαι περὶ τοῦ σεμιναρίου ὑπὸ
Florian Feicht: Ἐπιστολὴν γράφειν
ΑΤΤΙΚΙΣΤΙ ΦΙΛΟΣΟΦΕΙΝ ΣΗΜΕΡΟΝ 2026 EN ΤΩΙ ΚΗΠΩΙ ΤΩΝ ΜΟΥΣΩΝ
ΑΓΩΝ KAI ΕΡΓΟΝ ΚΑΛΟΝ K ́ΑΓΑΘΟΝ
TΕΡΨΙΣ ΤΩΝ ΤΗΝ ΑΤΤΙΚΗΝ ΦΩΝΗΝ ΔΙΔΑΣΚΟΝΤΩΝ, ΣΠΟΥΔΑΖΟΝΤΩΝ ΚΑΙ ΝΥΝ ΤΟ ΦΙΛΟΣΟΦΕΙΝ TΙΜΩΝΤΩΝ!
Ἀττικιστὶ διαλέγεσθαι - τριάκοντα καί πέντε - ἐν τῷ κήπῳ τῶν Μουσῶν -- 12.07-26.07
Ἀκμάζοντος τοῦ θέρους κατὰ τὸ σύνηθες φίλαι καὶ φίλοι μέν τινες φιλέλληνες ἐν τῷ καλουμένῳ κήπῳ τῶν Μουσῶν ἁθροίσονται ὡς συναττικίσοντες. Οὗτος δὲ ὁ κῆπος, μέγας καὶ ἐπίσκιος καὶ παραθαλάττιος ὤν, εὑρίσκεται ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ. Τοῦδε δὲ τοῦ ἔτους ἡ διδασκαλία γενήσεται ἐν τῷ κήπῳ. Κάλλιστοι οὖν ἔσονται οἱ διάλογοι πολλῶν καὶ ἄλλων φιλελλήνων τῶν λόγων μετεχόντων.
∆ιὰ μὲν οὖν τοῦτο παρακαλοῦμεν πάσας καὶ πάντας ὑμᾶς ἐκ πάσης τῆς οἰκουμένης, αἳ/οἳ χαίρετε τῇ τῶν ἀρχαίων σοφίᾳ καὶ τοῖς λόγοις αὐτῶν, προσελθόντες συνδιαλέγεσθαι ἡμῖν. Ποία δὲ γενήσεται ἡ διδασκαλία; ∆ὶς τοι τῆς ἡμέρας ἐν τόπῳ χαρίεντι συλλεγόμεθα καὶ ἀναγιγνώσκομεν γράμματα ἀξιώτατα τῶν ἀρχαίων ἐξηγούμενοι αὐτὰ κατὰ τὸ ἔθος τῶν φιλολόγων καὶ φιλοσοφούμενοι περὶ τῶν νοημάτων αὐτῶν.
Οὐδενὶ δὲ ἀνάγκη ἔσται ἐξ ἀρχῆς ἀττικιστὶ ὥσπερ Γοργίας μακροὺς λόγους προφέρειν. Ἔξεστι γὰρ παντὶ τὸ πρῶτον μόνον ἀκροατὴς γενέσθαι. Ἀλλὰ ταχέως ὄψεσθε ὡς ῥαδίως ταῖς τῶν ἀρχαίων Ἑλλήνων λέξεσιν διαλεγόμεθα. Μελέτη γὰρ τὸ πᾶν, ὥς φησι Περίανδρος.
Ἡ δὲ ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διαγωγὴ οὐ μονον ἐκ διαλόγων σύγκειται, ἀλλὰ καὶ ἄλλα γένοιτο ἄν πολλά. Πολλάκις γὰρ μουσικοί τε καὶ ἄλλοι τινὲς παιδείαν τιμῶντες ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διατρίβουσιν, ὥστε συναυλίαι καὶ ἀκροάσεις τινὲς γίγνονται ἑσπέρας. Καὶ οἷόν τε ἂν εἴη ἄλλον τόπον θεάσασθαι καὶ δρᾶμά τι ἐν ἀρχαίῳ τινὶ θεάτρῳ. Ἐάν τι πλέον καὶ ἀκριβέστερον θέλητε μαθεῖν – περὶ μάλιστα τῆς νυκτερινῆς διαμονῆς καὶ τῶν δωματίων καὶ τῶν λοιπῶν – εἰκὸς ἄν εἴη ὑμᾶς ἐν καιρῷ πυθέσθαι τοῦ τῆς διδασκαλίας καθηγητοῦ
Herrn Florian Feicht
Schützenstraße 14 - 12165 Berlin
E-Mail: flofeicht@googlemail.com
Tel.: 0049 170-5835320
ἡ τιμὴ ἡ τῆς ἐν πολυκλίνοις δωματίοις διαμονῆς: τετρακόσια εὐρώ. ἡ τῆς διδασκαλίας τιμή: συμπεριλαμβανομένη. πυθέσθαι ἔξεστι καὶ τοῦ κτίστου καὶ κυρίου τοῦ Ἑλληνικοῦ Εἰδυλλίου καὶ ταύτην λαμπρῶς τὴν διδασκαλίαν χορηγοῦντος
Andreas DrekisTel 0030 26910 72488 ἢ
0030 6972263356 WhatsApp
E-mail:info@idyllion.eu

Τριακοστὸν καὶ πέμπτον ἔτος ἐν τῷ Κήπῳ τῶν Μουσῶν παρὰ τὴν θάλατταν:
Σωκράτης
Ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πθεν;
Φαῖδρος
Παρὰ τοῦ Ἀνδρέας Δρεκίς, ὦ Σώκρατες, πορεύομαι δὲ πρὸς αἰγιαλὸν ἔξω του κήπου συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ. Οὐκοῦν βούλομαι περιπατεῖν τι.
Σωκράτης
Καλῶς γάρ, ὦ ἑταῖρε, ποιεῖς. Ἀτὰρ εἰς Ἀνδρέας, ὡς ἔοικεν, φοιτᾷς.
Φαῖδρος
Πάνυ γε, μετεῖχον γὰρ τῆς διδασκαλίας τῆς ἀρχαίας ἑλληνικῆς γλώττης ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ.
Σωκράτης
Τί ἐστι τὸ Ἑλληνικὸν Εἰδύλλιον ;
Φαῖδρος
Πρὸς ταύτην τὴν ἐρώτησιν πολλὰς ἀποκρίσεις ποιοίμην ἄν.
Σωκράτης
Ἀποκρινοῖο ἄν.
Φαῖδρος
Καὶ μήν, ὦ Σώκρατες, ἀρέσκοι ἄν γέ σοι τὸ χωρίον · πρῶτον μὲν γὰρ ἀναπαυτήρια οἰκήματα καὶ καταγώγιον καὶ σμικρὸν πανεπιστήμιον καὶ Ἀκαδημεία μουσουργοῖς ἐστίν. Πρὸς δὲ τούτοις, ἐπιτήδειος ἐστι τόπος πᾶσιν, ὅσοι περὶ τὰς τέχνας σπουδάζουσιν οἷον περὶ τὴν μουσικὴν ἢ τὴν γραφικὴν ἢ τῆν δραματικὴν.
Σωκράτης
Πάντα δὴ ταῦτα, ὦ φίλε Φαῖδρε, θαυμαστὰ καὶ ἄριστα γε φαίνεται, ἀλλ᾽ὅ τι τὸ Ἑλληνικὸν Εἰδύλλιον ὄντως ἐστὶν οὐ δοκεῖς μοι σαφέστερον πω ὁρίσαι. Ἄρ᾽ ἔχεις εἰπεῖν τί τῷ ὄντι τυγχάνει ὂν αὐτὸ, καὶ τοῦ ἕνεκα ;
Φαῖδρος
Ἀλλ᾽οὐκ ἔχω ὅ τι ἀποκρίνωμαί σοι. Καίτοι μυριάκις γε περὶ τοῦ Ἐλληνικοῦ Εἰδυλλίου παμπόλλους λόγους εἴρηκα καὶ πρὸς πολλούς, καὶ πάνυ εὖ, ὥς γε ἐμαυτῷ ἐδόκουν· νῦν δὲ οὐδ' ὅ τι ἐστι τὸ παράπαν ἔχω εἰπεῖν. Οὐδὲν ἧττον ἐγὼ δή σοι πειράσομαι διηγεῖσθαι· Τὸ μὲν οὖν Ἑλληνικὸν Εἰδύλλιον ἐξέπλησε, ὡς ἔπος εἶπειν, τὸ ὄναρ τὸ τοῦ κτίστου καὶ κύριου καὶ ἐπιστάτου τοῦ κήπου, Ἀνδρέας Δρεκὶς τοὔνομα.
Εὐθὺς γὰρ δὴ νέος ὤν, συνέγνω μὲν ὅτι σχεδὸν καὶ ἰδίᾳ ἑκάστῳ καὶ κοινῇ πᾶσι άνθρώποις σκοπός τις εἴη καὶ τοῦτ᾽ ἐστὶν ἐν κεφαλαίῳ εἰπεῖν ἡ εὐδαιμονία. Οἱ πολλοὶ δὲ, ὠς αὐτῷ ἐδόκουν, πλανῶνται ζητοῦντες τὰ πρὸς αὐτὴν, ἡγούμενοι πλούτῳ καὶ ἐξουσίᾳ καὶ δόξᾳ εὐδαίμονες γενήσεσθαι. Αὗται δὲ αἱ ὁδοί τοσούτου δέουσιν ἄγειν τοὺς ἀνθρώπους πρὸς τὴν εὐδαιμονίαν ὥστε αὐτοὺς ἀφιστᾶσιν ἀπ᾽ αὐτῆς.
Τῇ γὰρ εὐδαιμονίᾳ μᾶλλον συμφέροι ἂν τὸ παιδεύειν τὰ τῆς τε ψυχῆς καὶ τὰ τοῦ νοῦ. Ὅστις ἄν οὖν ἁπλῶς δέχηται τὸ κάλλος καὶ τὴν ἁρμονίαν τοῦ κόσμου, καὶ δίκην τῶν τ᾽ ἀρχαίων καὶ φιλοσοφῶν ἐνθυμεῖσθαι δυνατὸς γίγνηται καὶ αὐτῷ τὸ θείον τοῦ κόσμου ἀποκαλύπτηται, οὕτος δὴ εὐρήσεται ῥᾶον οὐ μόνον τὴν ἀληθείαν ἀλλὰ καὶ τὴν ἀρχὴν καὶ ῥίζαν τῆς εὐδαιμονίας.
Σωκράτης
᾿Αληθῆ λέγεις.
Φαῖδρος
Τοιγαροῦν ὁ Ἀνδρέας, φιλόξενός τε καὶ μεγαλοπρεπής ὤν, συγκαλεῖ πρὸς τὸ Ἑλληνικὸν Εἰδύλλιον ἐν μεγάλῳ κήπῳ κείμενον πλήσιον τῆς θαλάττης, παντοδαποὺς ἀθρώπους, ξένους βουλομένους ἀναπαύεσθαι, ἀλλοὺς τ᾽ὁδοιπόρους καὶ κρουματοποιούς, ὧν οἱ μὲν εἰσιν κατ' ἐμπειρίαν μουσικοί, οἱ δὲ κατὰ τέχνην, καὶ ᾠδούς, οἳ ἐν τῷ κήπῳ τῷ μεταξὺ τῶν οἰκοδομημάτων ἐν μέσῳ ὄντι κρούσουσι καὶ ᾄσονται ὡς τέρψοντες τοὺς παρόντας, ὕστερον δὲ καὶ φιλοσόφους ὠς φιλοσοφικὰς διατριβὰς μετ᾽ἀλλήλων διατρίψοντας. Καὶ δὴ καὶ θαυμαστή τοι καὶ πάντων ἄλλων διαφερούσα ἡ διδασκαλία τῆς ἀρχαίας ἑλληνικῆς γλώττης , ἣ κατὰ τὸ πάλαι ἔθος ἡμῶν φιλεῖ γίγνεσθαι καὶ εἰς αὐτὴν φοιτῶσιν πάντες σπουδαῖοι καὶ σπουδαίαι φιλέλληνες ὡς συναττικίσοντες.
Σωκράτης
Ποία δὲ γίγνεται ἡ διδασκαλία;
Φαῖδρος
∆ὶς τοι τῆς ἡμέρας ἐν τόπῳ χαρίεντι τοῦ κήπου συλλεγόμεθα καὶ ἀναγιγνώσκομεν γράμματα ἀρχαῖα ἐξηγούμενοι αὐτά κατὰ τὸ ἔθος τῶν φιλολόγων.
Σωκράτης
Θαυμάσιον γ᾽, ὦ φίλε. Οὐδὲν γὰρ τοιοῦτον, ὅσα γε τὰ νῦν ἐμοὶ δοκοῦντα, πώποτ᾽εἶδον. Ἄρ᾽ ὑπάρχει καὶ ἄλλοθι τι ὅμοιον ;
Φαῖδρος
Οὐ μὰ τὸν Θεόν. Ὅστις γὰρ ἂν χρόνον τινὰ ἐκεῖ διατρίψῃ, ἐρεῖ σοι τοιοῦτον τόπον ὅτι οὐδαμοῦ γῆς ὑπάρχει, εἰ μὴ ἐν τοῖς Σελιανιτικοῖς τῆς Ἑλλάδος παρ᾽ Ἀνδρέας Δρεκὶς.
Πλείονες πληροφορίαι παρὰ:
Andreas Drekis
Hellenikon Idyllion
GR. -25100
Selianitika, Egion
info@idyllion.eu
Τηλ.: 0030 210 3461034
Κινητόν: 0030 6972 263356 (WhatsApp)
Ἡ ἡμετέρα πρώτη πρόσκλησις τῷ ἔτει 1992:
ΕΚΦΡΑΣΙΣ ΤΩΝ ΕΝ ΤΗΣ ΠΑΛΑΙΑΣ ΓΛΩΤΤHΣ ΑΣΚΗΣΙ ΣΥΝΤΥΧΟΝΤΩΝ
Διαλεγόμενοι καὶ περὶ τῶν καθ' ἑκάστην τὴν ἡμέραν πραγμάτων καὶ φιλοσοφοῦντες αὖθις χρῆσθε τῇ φωνῇ τῇ τῶν πάλαι Ἑλλήνων διάγοντες ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ τῷ ἐν τοῖς Σελιανιτίκοις Αἰγιαλοῦ.

Τούτων τῶν ξένων ὁ ἐπιστάτης ἐστὶν ὅδε·
Andreas Drekis
Idyllion Hellenikon
GR – 25100 Selianitika / Egion
Tel. 0030/691/7 24 88
Fax 0030/691/7 27 91
Ἴσως μὲν ἤδη ἀκηκόατε, ὅτι διάλογοι Ἑλληνικοὶ πέρυσιν ἐγένοντο ἐν τῷ καλουμένῳ Ἑλληνικῷ Εἰδυλλίῳ, ὧν οἱ μετέχοντες Ἕλληνές τε καὶ Γερμανοὶ ἤσκουν ἀπὸ στόματος ἱέναι τὴν φωνὴν τὴν τῶν πάλαι Ἑλλήνων. Ἔστι δὲ τὸ εἰδύλλιον τοῦτο οἰκήματα ἀναπαυστήρια ἐν τοῖς Σελιανιτικοῖς τῆς Ἑλλάδος· τὰ δὲ Σελιανιτκὰ κώμη ἐστίν, ἥ κεῖται ἐν τῇ Πελοποννήσῳ, ἐπίκειται δὲ τῷ Κορινθιακῷ κόλπῳ κατὰ Αἴγιον τῆς Αἰγιαλείας, ἀπέχει δ' ἀπὸ τῶν Πατρῶν ὡς ἕξ παρασσάγγας. Οὗτος οὖν ὁ τόπος ἐπικαιρότατός ἐστι πᾶσιν, ὅσοι μέλλουσιν ἡμερησίαν ὁδὸν προσελθόντες εἰς τὰ πέριξ ἐπισκέψεσθαι τὸυς ἀρχαίους τόπους, οἷον τούς τε Δελφοὺς καὶ τὴν Ὀλυμπίαν καὶ τὴν Ἐπίδαυρον καὶ τὴν Μυκήνην, ἢ πλοιαρίῳ χρώμενοι πλεύσεσθαι πρὸς τὰς ἐγγὺς νήσους ἢ πορεύσεσθαι πρὸς τὰς λίμνας καὶ τοὺς ποταμοὺς τοὺς ἐν τοῖς ὄρεσιν τοῖς τῆς Πελοποννήσου. Ἔστι τ' εὐπόρως ἀφικέσθαι ἐπὶ τὰ Σελιανιτικὰ τῷ πορθμείῳ ἢ τῇ ἁμαξοστοιχίᾳ ἢ τῷ ἀεροπλάνῳ.
Ἐπειδὴ τοίνυν αὕτη ἡ παραλία οὕτως εὔξενός ἐστι καὶ μουσικωτάτη, Ἕλληνί τινι ὄνομα Ἀνδρέᾳ Δρεκίδι, ὅς φιλόξενός τε καὶ μεγαλοπρεπής ἐστι τὸν Ἀττικὸν τρόπον. ᾠκοδομηκότι τὰ ἀναπαυστήρια οἰκήματα τὰ ἐν τῇ εἰκόνι καὶ μισθοῦντι αὐτὰ ξένοις ἐκεῖ βουλομένοις ἀναπαύεσθαι ἐπῆλθε πρῶτον μὲν καλεῖν πρὸς ἑαυτὸν κρουματοποιούς θ', ὧν οἱ μὲν ἦσαν κατ' ἐμπειρίαν μουσικοί, οἱ δὲ κατὰ τέχνην, καὶ ᾠδούς, οἳ ἐν τῷ κήπῳ τῷ μεταξὺ τῶν οἰκοδομημάτων ἐν μέσῳ ὄντι κρούσουσι καὶ ᾄσονται ὡς τέρψοντες τοὺς παρόντας, ὕστερον δὲ καὶ φιλοσόφους, οἳ φιλοσοφικὰς διατριβὰς παρέξουσι τοῖς συνοῦσιν. Ἐπεὶ δὲ καὶ τοῦτο οὐκέτι ἤρκει αὐτῷ ἅτε ἐν τοῖς μάλιστα θαυμάζουσι τὰ ἀρχαῖα τὰ τῶν Ἑλλήνων, μετεπέμψατο ἐπαΐοντας περὶ τοῦ ἱέναι τὴν Ἀττικὰν τὴν παλαιὰν φωνήν, οἳ ἐν τῷ κήπῳ καθήμενοι καὶ ἀττικιστὶ διαλεγόμενοί τε περὶ τῶν καθ' ἑκάστην τὴν ἡμέραν πραγμάτων καὶ φιλοσοφοῦντες περὶ τὰ τοῦ Πλάτωνος ἀλλήλοις διὰ φιλίας ἴασιν καὶ Ἐπικουρείως χρήσονται. Ἔστι γὰρ παραβάλλειν τὰς συνουσίας τὰς παρὰ Ἀνδρέᾳ Δρεκίδι γιγνομένας πρὸς τοὺς Ἐπικουρείους, ἐπεὶ διελεγόμεθα ἐν κήπῳ μεστῷ δένδρων μάλ' ἀμφιλαφῶν τε καὶ ὑφηλῶν, ἐν οἷς τέττιγες ᾄδοντες ἐτύγχανον.
Οἱ οῦν ἐκεῖσε ἐλθόντες ἐν τοῖς οἰκίσκοις μονάδην ἢ ἐν πολυκλίνοις οἰκιδίοις κατ' ἐνίους οἰκοῦντες καθ' ἡμέραν ἀμφὶ ἀγορὰν πλήθουσαν ἐξιόντες καὶ ὑπὸ τῇ τῆς ἀπίου σκιᾷ καθήμενοι περὶ τὴν ἐν τῷ κήπῳ τράπεζαν μετεῖχον τῶν Ἑλληνικῶν διαλόγων τευτάζοντες περὶ τὴν χρῆσι τὴν τῆς Ἑλληνικῆς φωνῆς διδασκόμενοι ὑπο τοῦ διδασκάλου, ὅπως δεῖ ἀσπαζεσθαί τ' ἀλλήλους καὶ ἐρωτᾶν τοὺς ἄλλους, τί αὐτοῖς ὄνομά ποτ' ἐστί, τί πράττουσιν, τί πάσχουσιν, εἰ ἤδη ἐπίστανται ἀπὸ στόματος ἑλληνίζειν, καὶ ὅπως δεῖ αὐτὸς χαίρειν κελεύειν. Μετὰ δ' δύο ὥρας, καθ' ἃς ὁ διδάσκαλος κατὰ σμικρὸν ἔπος πρὸς ἔπος ποιούμενος τὴν συνουσίαν εἴθιζε τοὺς συνόντας ἐνίους λόγους ἑλληνιστὶ ποιεῖσθαι πρὸς ἀλλήλος, τελευτὴν ἐπιθέντες τῇ διδασκαλίᾳ καὶ ἐσχόλαζον διὰ τὸν καῦμα εἰς τὴν δίαιταν, οἱ μὲν ὑπὸ κόπου κατεχόμενοι ἐκάθευδον οὐκ ἀνεχόμενοι τὰ ἰσχυρὰ θάλπη, οἵ δ εὐήλιοι κατὰ τὸν κῆπον εἰληθεροῦντεσ ἔκειντο ἐπὶ κλίναις, οἱ δ' ἐκολύμβων ἐν τῇ ἐγγὺς θαλάττῃ ἢ παρηλίαζον ἢ περιπατοῦντες διὰ τῶν Σελιανιτικῶν τῆς κώμης ἠγόραζον τά τ' ἐπιτήδεια καὶ τὰ μνημόσυνα καὶ τὰ εἰκονικὰ ἐπιστολίδια ὡς πέμψοντες πρὸς τοὺς οἴκοι.
Ἔτι τοίνυν ἑκάστης τῆς ἡμέρας παρείχετο πρὸς ἑσπέραν ἑτέρα διδασκαλία ἀπὸ τῆς πέμπτης ὥρας μέχρι τῆς ἑβδόμης, καθ' ἣν ἔδει ἕνα ἕκαστον διηγεῖσθαι διὰ πλειόνων, ἃ δι' ἡμέρας ἐποίησεν. Ἔτι δ' ἀνεγιγνώσκομεν τὰ γεγραμμένα τὰ τοῖς πάλαι Ἕλλησι καὶ ἐξηγούμεθα τὸν Πλάτωνος διάλογον τὸν Εὐθύφρονα ἐπιγεγραμμένον – καίτοι – τό γε θαυμαστότατον – οἱ διάλογοι οὐκ ἦσαν δυσχερεῖς, ἀλλὰ πολλάκις ἐπὶ το παιγνιδῶδες ἐξενίκων.
Ἐπεὶ δὲ συνεσκότασε καὶ τὸ πνῖγος ἠπιώτερον ἐγένετο, τοτὲ μὲν παραλιάσαντες καὶ εἰς πανδοκεῖον καταλύσαντες εὐωχούμεθα ἐπὶ δείπνου ἀττικίζοντες πανδοκευτρίας θαυμαζούσης, τίς ποτέ ἐστιν ἡ τῶν καταλυτῶν διάλεκτος, τοτὲ δ' ἐν τῷ τοῦ Ἀνδρέα κήπῳ ἐτερπόμεθα ἀκούοντες θεολόγου διαλεγομένου ἢ ἐψυχαγωγούμεθα ὑπὸ μουσικῶν καὶ ὑποκριτῶν· Ἠκούομεν μὲν γὰρ κιθαριζόντων τε καὶ αὐλούντων, ποιήματα δὲ μεμελοποιημένα τῆς τε Σαπφοῦς καὶ τοῦ Ἀλκαίου καὶ τοῦ Θεόγνιδος, Βαρβάρας δὲ Λουθῆρος μονῳδούσης μελῳδίαν τὴν τοῦ μουσικοῦ δράματος τοῦ περὶ Ὀρφέως κα ὶΕὐρυδίκης, οἱ δ' ἀττικίζοντες αὐτοὶ ὑπερκρίναντο τὰ περὶ Λυσίαν καὶ Πείσωνα τὰ κείμενα παρὰ Λυσίᾳ ἐν τῷ δωδεκάτῳ λόγῳ.
Καὶ τέλος μὴν ἡμεῖς ἅπαντες ἐξοδεύσαντες κοιναυτοκινήτῳ καὶ διὰ στενῆς καὶ ἑλικοειδοῦς ὁδοῦ πορευόμενοι ἀνέβημεν ἐπὶ ἀρχαῖον θέατρον ὀλίγον πρὸ τούτων ἀνεσκαμμένον, κείμενον δ' ἐφ' ὑψηλοῦ λόφου, περιεχόμενον δ' ὄρεσι, ἀφεστῶσαν τῆς θαλάττης οὐ πολύ, ὥστ' ἀπὸ τοῦ ἄκρου καθορᾶν τὴν θάλατταν. ἔνθα δὴ θαυμάζοντες τὸ κάλλος τὸ τοῦ τε τόπου καὶ τῶν πέριξ ἐκαθήμεθα ἐπὶ τοῖς λιθίνοις βάθροις καὶ ἑσπέρας ἤδη ἐπιγιγνομένης κνεφαῖοι διὰ σιγῆς ἀπελαύομεν τῶν τε μουσιζόντων καὶ τῶν ῥαψῳδούντων στίχους Σοφοκλέους και λόγους Ἰσοκράτους.
Ταῦτα μὲν οὖν οὕτως ἐγένετο. Ἐπεὶ δ' αὖ τῇ τελευταίᾳ τῶν συνουσιῶν ἐγίγνετο τὸ ἐπὶ τέλος δεῖνον, πάντες ἐν τῷ καπηλείῳ τῷ ἐγγὺς τοῦ Ἀνδρέα κήπου ἱλαρῶς διατρίβοντες διὰ τέλους τοὺς λόγους ἐποιοῦντο ἀττικιστὶ φιλίας συνάπτοντες πρὸς ἀλλήλους, οἱ Ἕλληνες πρὸς τοὺς ἀλλοδαπούς, οἷον τοὺς Αὐστριακοὺς καὶ τουὺς Βέλγας καὶ τοὺς Γερμανοὺς καὶ τοὺς Ἰταλούς, οἱ αὖ ἀλλοδαποὶ πρός τοὺς Ἕλληνας.
Ἐπεὶ οὖν μόνιμός ἐστιν ἡ περὶ τὰ Ἑλληνικὰ σπουδὴ καὶ βέβαιος, ὁ Ἀνδρέας Δρεκὶς καὶ τῆτες κατασευάσει τὰ συνέδρια τὰ τοῦ ἀττικίζειν εὖ εἰδώς, ὅτι οἱ ἐπαΐοντες περὶ τοῖν ἀρχαίαιν φωναῖν οἵ τ' ἐν τῇ Γερμανίᾳ καί οἱ ἄλλοθι λιπαρῶς ἔχουσι περεῖναι τῇ τοῦ ἀττικίζειν διδαχῇ. Αἱ οὖν συνουσίαι αἵ ἐν τῇ περὶ τὰ Σελιανιτικὰ χώρᾳκατὰ τὰ προειρημένα γενήσονται μὲν τοῦ ἐπιγιγνομένου θέρους τῷ Μεταγειτνιῶνι μηνὶ τοῦ τρίτου ἐνιαυτοῦ τῆς ἑξακοσιοστῆς καὶ ἐνενηκοστῆς καὶ τρίτης Ὀλυμπιάδος, ἄρξονται δ' ὀγδόῃ ἱσταμένου, τελευτήσονται δὲ τετάρτῃ μετ' εἰκάδα τοῦ αὐτοῦ μηνός, ὥσθ' ἠμᾶς δώδεκα ἑξῆς ἡμέρας συνάψειν μελετῶντας τὸ ἀττικιστὶ διαλέγεσθαι.
Καὶ αὖθις ἐξὸν δὶς τῆς ἡμέρας μετέχειν τῆς δυοῖν ὥραιν διδασκαλίας οἱ παρόντες διαμελετήσουσι ἱέναι μὲν ἀπὸ στόματος τὴν Ἀττικὴν τὴν παλαιαν φωνὴν κατὰ τὴν προφορὰν τὴν τῆς τετάρτης ἑκατονταετηρίδος τῆς πρὸ Χριστοῦ, ἣν ἐρευνήσας οὕτως ἀποκατέστησεν Ἀλλὴν ὁ σοφιστὴς ὁ τῆς Ἀκαδημείας τῆς ἐν Καμβρίδγῃ τῆς Βρεττανίας ὥστε μάλα διαφέρει καὶ τῆς Ἐρασμικῆς καὶ τῆς τῶν νῦν Ἑλλήνων – ἐκ τούτου δῆλόν ἐστιν, ὅτι καὶ τοὺς ῞Ελληνας καὶ τοὺς ἄλλους δεήσει μεταλλάττειν τὴν κοινὴν ἐκφοράν - , συστήσαντες δ' ἐκ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων τῆς ἀρχαίας φωνῆς λέξεις καινὰς χρῆσθαι ἐπὶ τὸ συντιθέναι τῶν καινῶν πραγμάτων τὰ ὀνόματα. Αὐτοῖς δ' αὖ, εἰ βούλοιντο ἐξερευνᾶν λέξιν τινά, ἐξείη ἂν φυλαττομένοις ὑπὸ τοῦ προστάτου καθ' ἕνα χρῆσθαι ὀλίγον τι τῷ συμπαγεῖ δίσκῳ τῷ τῆς Καλιφορνικῆς Ἀκαδημείας, ἐν ᾧ ἔνεστι πάντα τὰ γεγραμμένα τά τε τοῖς πάλαι Ἕλλησι καὶ τοῖς Βυζαντίοις.
Τίσι δ' αὖ συμβολεύω τοῖς ἑλληνίζοισιν εἰς λόγους ἐλθεῖν; Ῥᾷστά γέ τοι καὶ ἀνυσιμώτατα παραγένοιντο ἂν οἱ ἤδη ἔχοντες ἁμῶς γέ τως ἐπιστήμην τῆς Ἑλληνικῆς φωνῆς, ὅτι καὶ ῥᾴδιοι κατὰ σύνταξιν λόγοι περιέχουσι δυσκαταμαθήτους μορφὰς τῆς τε συζυγίας καὶ τῆς τῶν ὀνομάτων κλίσεως. Καίτοι γ' ὅστις ἄπειρος ἔτι ὢν τῶν Ἑλληνικῶν διαλόγων σπουδάζειν ἐθέλει περὶ τὰ στοιχεῖα τὰ τῆς Ἑλληνικῆς φωνῆς οὕτος μετεχέτω τῆς στοιχειώσεως, ἣν παρέξει γυνή τις Ἑλληνὶς διδάσκαλος οὖσα τῆς τῶν πάλαι φωνῆς. Κἀγὼ τοῦτο πέπεισμαι ὅπως ἅπαντες οἱ παραγεγενημένοι καὶ τῆτες παρέσονται ἅτε τῆς τῶν διαλόγων μεγαλοπρεπείας θελγούσης τὸν νόημα αὐτῶν.
Ττούτων μὲν δὴ μέχρι τούτου· νῆν δὲ διηγήσομαι πρὸς ὑμᾶς, πῶς ἐκεῖσε πορεύσεσθε· τῶν μὲν οὖν ἀεροπλάνῳ ἀπαιρόντων ἐκ τῆς Γερμανίας ἢ ἄλλοθέν ποθεν εἰς τὸν Ἑλλάδα καὶ καταράντων Ἀθήναζε ἢ ἐπὶ τὸν ἐν Ἀράξῳ ἄερολιμένα καί ἀποβάντων ἀπὸ τοῦ ἀεροπλάνου οἱ μὲν εἰσβάντες εἰς μετακομιστικὴν ἅμαξαν πορευέσθων εἰς τὰ Σελιανιτικά· οἱ d' ἐλθόντες ἐπὶ τὸν κοιναυτοκινητικὸν σταθμὸν τὸν εἰς τὴν Πελοπόννησον καί εἰσβάντες εἴς τι τῶν καθ' ὥραν κοιναυτοκινήτων ὀχείσθων εἰς τὸν Αἴγιον τὴν πόλιν· ὅθεν δὴ μισθωσάμενοι μετακομιστικὴν ἅμαξαν ὡσαύτως ἀπιόντων ἐπὶ τῶν Σελινιτικῶν. Οἱ δὲ αὖ ἐκ τῆς Ἰταλίας περαιώμενοι εἰς τὴν Ἑλλάδα καὶ κατακολπίσαντες εἰς τὰς Πάτρας τὸν προειρημένον τρόπον ἀφικέσθων παρὰ Ἀνδρέαν Σελιανιτικάδε. Ἀλλὰ μή γε κατοκνήσητε καὶ μακρὰν ὁδὸν πορεύεσθαι πρὸς τοὺς ἐν Σελιανιτικοῖς Ἕλληνας τοὺς διδάσκειν τι χρήσιμον ἐπαγγελλομένους.
Τέλος δὲ καὶ περὶ χρημάτων ὁ λόγος ἔστω· τοὺς μὲν γὰρ μαθητὰς καὶ τοὺς φοιτητὰς δέησει τετταράκοντα καὶ διακοσίους σίγλους Γερμανικοὺς τελέσαι ὑπὲρ τῆς διδασκαλίας, τοὺς δ' ἄλλους ἐνενήκοντα καὶ διακοσίους. Αὕτη θ' ἡ τιμὴ περιέχει καὶ τὴν δαπάνην τὴν περὶ τά τε βιβλία τὰ πρὸς τὴν διδαχὴν καὶ τὰ τῶν λέξεων συγγράμμαθ', ἃ προῖκα παραλήψονται οἱ τὰ δίδακτρα καταθέντες.
Ἔτι τοίνυν τελευτῶν δέομαι ὑμῶν τήνδε τὴν προτρεπτικὴν σελίδα διαδιδόντας ἐν ταῖς τῶν εὖ φρονούντων διατριβαῖς ἐπάγεσθαι ὡς πλείστους εἰς τὴν ὁμιλίαν τὴν τῶν Ἀττικιστῶν.
Ἔγραψε τοῦτον τὸν λόγον ὁ διδάξων τὴν τοῦ ἑλληνίζειν τέχνην Θωμᾶς Ἀλώπεκος οὗ ἐστιν ὁ τόπος ὁ τῆς οἰκήσεως ὅδε: Thomas Fuchs, Geiststraße 12/601, D – 06108 Halle/Saale.
Ἐνταῦθα ὁρᾶτε βίντεο μαθητῶν, οἵτινες πέρυσιν ἐν ἀγῶνι τινὶ θαυμάσιον διάλογον ἀρχαϊστὶ ἐποιήσαντο. Οἱ τοῦ ἀγῶνος νικηταὶ διελέγοντο περὶ τῆς τοῦ Ἀριστοτέλους ἐρωτήσεως περὶ τοῦ ἀρίστου βίου:
Ἐν τῷδε τῷ βίντεο ὁρᾶτε ὁμάδα τινὰ ἐκ τῆς Σπανίας, οἵτινες ὡσαύτως πέρυσιν τὸ πρῶτον βραβεῖον ἔλαβον. Ἡ σπανικὴ τάξις ᾆσμά τι σπανιστὶ ᾖσεν περὶ τῆς τοῦ Ἀριστοτέλους ἐρωτήσεως περὶ τοῦ ἀρίστου βίου. Ἐν μέσῳ δὲ τοῦ ᾄσματος τὴν τοῦ Ἀριστοτέλους ῥῆσιν ἀρχαϊστὶ ἀπήγγειλαν:
____________________ Πεποιημένα ἔργα __________________
Ἀττικιστὶ διαλέγεσθαι καὶ φιλοσοφεῖν σήμερον!
Τὰς τῆς γλώττης γνώσεις βελτιοῦν, τὸν νοῦν ἀκονᾶν, τὸ καλὸν καὶ ἀγαθὸν προάγειν...
02.07. - 16.07.2022
Περίοδος 1 - Καθηγητής: Federico Aurora - University of Oslo
26.08. - 09.09.2022
Περίοδος 2 - Καθηγήτρια: Ἀντωνία Κολλήρου - Φιλόλογος
....μετὰ τῆς Ἀντωνίας Κολλήρου καὶ τοῦ Federico Aurora παρὰ τὴν θάλατταν ἐν μέσῳ κήπου 4000 τ.μ. πλήρους δένδρων καὶ ἀνθέων ἐν τῇ βορειοδυτικῇ Πελοποννήσῳ.
Τὸ σεμινάριον ἀπευθύνεται εἰς μαθητάς, φοιτητάς, γραικιστάς (δυνατότης πιστοποιητικοῦ). Καὶ οἱ συνοδοὶ εὐπρόσδεκτοί εἰσιν. Ἄλλαι ἡμερομηνίαι κατ᾽ αἴτησιν μετὰ τῶν ἐνταῦθα διδασκάλων δυναταί εἰσιν (π.χ. προπαρασκευὴ διὰ τὸ Graecum).
Ἀττικιστὶ διαλεγόμεθα κοινῇ!
Ἑορτάσατε μεθ᾽ ἡμῶν τριάκοντα ἔτη κλασικῆς ἑλληνικῆς λαλιᾶς ἐν τῷ Κήπῳ τῶν Μουσῶν, φιλοσοφήσωμεν περὶ τῶν τοῦ Πλάτωνος, τοῦ Σωκράτους, τοῦ Ἀριστοτέλους νοημάτων καὶ ὑμνήσωμεν τὸ καλὸν καὶ ἀγαθὸν μετὰ ἡλίου, θαλάσσης, κλασικῆς μουσικῆς καὶ πολιτισμοῦ.Δαπάνη
350.- εὐρὼ ἑκάστῳ διὰ δύο ἑβδομάδας διαμονῆς ἐν πολυκλίνοις δωματίοις + 50 εὐρὼ δίδακτρα διὰ 12/14 ἡμέραςὯραι διδασκαλίας:
Δευτέρα - Παρασκευή10.30-12.30 & 17.00-19.00
Ἀνάγνωσις κειμένων καὶ διάλογος
(Ἀττικιστί)
Σάββατον - Κυριακὴ ἐλεύθερα
Ἀπογραφὴ καὶ ἐπικοινωνία
Ἔργον χορηγούμενον ὑπὸ τοῦ Ἀνδρέας ΔρεκίςΚτίστου καὶ Διευθυντοῦ τοῦ Ἑλληνικοῦ Εἰδυλλίου
Τηλ. 0030 26910 7 24 88
Κινητόν: 0030 69 72 26 33 56 - καὶ WhatsApp καὶ Signal
E-Mail: info@idyllion.eu
Πρόγραμμα διὰ τύπωσιν ἢ πλείονα ἐνταῦθα
26 Αὐγούστου - 9 Σεπτεμβρίου 2022
Ἀττικιστὶ διαλέγεσθαι - τριάκοντα ἔτη - ἐν τῷ κήπῳ τῶν Μουσῶν -
Θέατρον Μενάνδρου καὶ
Πρὸς τοὺς νέους, ὅπως ἂν ἐξ ἑλληνικῶν ὠφέλοιντο λόγων τοῦ Βασιλείου τοῦ Μεγάλου καὶ Εἰσαγωγὴν εἰς τὴν νέαν ἑλληνικὴν γλῶσσαν.
Εἰς τὰς ἀρχὰς τοῦ φθινοπώρου φίλαι καὶ
φίλοι μέν τινες φιλέλληνες ἐν τῷ καλουμένῳ κήπῳ τῶν Μουσῶν ἁθροίσονται ὡς τὴν Κοινὴν τῶν Ἑλλήνων Φωνὴν χρώμενοι. Οὗτος δὲ ὁ κῆπος, μέγας καὶ ἐπίσκιος καὶ παραθαλάττιος ὤν, εὑρίσκεται ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ. Εἰς τὸν μῆνα τοῦτον δυνάμεθα κόπτειν καὶ ἐσθίειν βότρυς. Κάλλιστοι οὖν ἔσονται οἱ διάλογοι πολλῶν καὶ ἄλλων φιλελλήνων τῶν λόγων μετεχόντων. ∆ιὰ μὲν οὖν τοῦτο παρακαλοῦμεν πάσας καὶ πάντας ὑμᾶς ἐκ πάσης τῆς οἰκουμένης, αἳ/οἳ χαίρετε τῇ τῶν ἀρχαίων σοφίᾳ καὶ τοῖς λόγοις αὐτῶν, προσελθόντες συνδιαλέγεσθαι ἡμῖν.
Ποία δὲ γενήσεται ἡ διδασκαλία; ∆ὶς τοι τῆς ἡμέρας ἐν τόπῳ χαρίεντι συλλεγόμεθα καὶ ἀναγιγνώσκομεν γράμματα ἀξιώτατα τῶν ἀρχαίων ἐξηγούμενοι αὐτὰ κατὰ τὸ ἔθος τῶν φιλολόγων καὶ φιλοσοφούμενοι περὶ τῶν νοημάτων αὐτῶν. Οὐδενὶ δὲ ἀνάγκη ἔσται ἐξ ἀρχῆς μῦστες τῆς κοινῆς ἑλληνικῆς ὥσπερ Γοργίας μακροὺς λόγους προφέρειν. Ἔξεστι γὰρ παντὶ τὸ πρῶτον μόνον ἀκροατὴς γενέσθαι. Ἀλλὰ ταχέως ὄψεσθε ὡς ῥαδίως ταῖς τῶν ἀρχαίων Ἑλλήνων λέξεσιν διαλεγόμεθα. Μελέτη γὰρ τὸ πᾶν, ὥς φησι Περίανδρος. Ἡ δὲ ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διαγωγὴ οὐ μονον ἐκ διαλόγων σύγκειται, ἀλλὰ καὶ ἄλλα γένοιτο ἄν πολλά. Πολλάκις γὰρ μουσικοί τε καὶ ἄλλοι τινὲς παιδείαν τιμῶντες ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διατρίβουσιν, ὥστε συναυλίαι καὶ ἀκροάσεις τινὲς γίγνονται ἑσπέρας. Καὶ οἷόν τε ἂν εἴη ἄλλον τόπον θεάσασθαι καὶ δρᾶμά τι ἐν ἀρχαίῳ τινὶ θεάτρῳ. Ἡγήσεται τοῦ συλλόγου Κολλήρου Ἀντωνία περὶ ἀναγνώσεως κωμῳδιῶν τοῦ Μενάνδρου καὶ λόγων τοῦ Βασιλείου τοῦ Μεγάλου καὶ περὶ εἰσαγωγῆς εἰς τὴν νέαν ἑλληνικήν.
Πυθέσθαι δὲ ἡ βουλομένη/ὁ βουλόμενος τοῦ τε τοῦ συλλόγου προγράμματος καὶ τῆς ἐκλογῆς συγγραμμάτων ἃ ἀναγνωσόμεθα, γραψάτω αὐτῷ ἐπιστολήν: tonikoll82@hotmail.com
Πρόγραμμα τοῖν δυοῖν ἑβδομάδοιν:
10.30-12.30: ἀνάγνωσις συγγραμμάτων καὶ διάλογος περὶ αὐτῶν
17.00-19.00: ἀνάγνωσις συγγραμμάτων καὶ διάλογος περὶ αὐτῶν καὶ εἰσαγωγὴν εἰς τὴν νέαν ἑλληνικήν
τῷ σαββάτῷ καὶ τῇ κυριακῇ σχολάσομεν.
Τίνων ἡ ἀναγνώσεως συγγραμμάτων ἔσται δι᾽ ὀλίγου ἐνθάδε γραφήσεται.
ἡ τιμὴ ἡ τῆς ἐν πολυκλίνοις δωματίοις διαίτας: τριακόσιαι καὶ πεντήκοντα εὐρῶνες. ἡ τῆς διδασκαλίας τιμή: πενήκοντα εὐρῶνες. Ἔξεστι δὲ, τῇ βουλομένῇ/τῷ βουλομένῳ ἴδιον δωμάτιον ἔχειν, πυθέσθαι τοῦ κτίστου καὶ κυρίου τοῦ Ἑλληνικοῦ Εἰδυλλίου καὶ ταύτην λαμπρῶς τὴν
διδασκαλίαν χορηγοῦντος:
Andreas Drekis - Hellenikon Idyllion
Εἰδικὰ προγράμματα χορηγίας 2025 ἕως 2026
Πρόσκλησις εἰς δύο μοναδικὰ ἔργα πρὸς προαγωγὴν τῆς ἀρχαίας ἑλληνικῆς γλώττης καὶ φιλοσοφίας!
Τὰ ἔργα ταῦτα σκοποῦσι τὴν προαγωγὴν τῆς ἀρχαίας ἑλληνικῆς γλώττης καὶ τῆς φιλοσοφικῆς σκέψεως, καὶ ἐπιτρέπουσι τοῖς μαθηταῖς μετέχειν εἰς πολιτιστικὴν ἀλλαγὴν φιλοσοφικὴν καὶ δραματικὴν-μουσικήν. Παρέχομεν τὸν ἡμέτερον μουσικὸν καὶ πολιτιστικὸν τόπον «Ἑλληνικὸν Εἰδύλλιον» – τὸν Κῆπον τῶν Μουσῶν – ὡς σκηνήν.
Εἰς τὴν 30ὴν ἐπέτειον τοῦ Ἑλληνικοῦ Εἰδυλλίου
- ἐν τῷ Κήπῳ τῶν Μουσῶν!
Πρόσκλησις πρὸς προαγωγὴν τῆς ἀρχαίας ἑλληνικῆς μαθήσεως καὶ τῆς φιλοσοφικῆς πράξεως. Παρέχομεν σφόδρα ἐλαττωμένας ἢ καὶ δωρεὰν διαμονὰς ἐν τῷ ἡμετέρῳ Κήπῳ τῶν Μουσῶν.
Πρόγραμμα Α:
Τὰ Μικρο-Φιλοσοφικὰ Συμπόσια
Διάλογοι ἀρχαϊστὶ πέντε ἢ δέκα λεπτῶν μεταξὺ τῶν μαθητῶν ἢ καὶ μετὰ τῶν διδασκάλων αὐτῶν.
Διὰ τοῦτο τὸ ἔργον παρέχομεν 50% ἐλάττωσιν τῆς τῆς διαμονῆς τιμῆς, ὥστε 10 εὐρὼ ἑκάστῳ τῇ ἡμέρᾳ ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ καὶ ἓν ἢ δύο δωρεὰν γευστικὰ συμπόσια ἐν τῷ κήπῳ ἡμῶν μετὰ προσκεκλημένων νέων Ἑλλήνων πρὸς περαιτέρω πολιτιστικὴν ἀλλαγήν! Εἶναι ἅμα πρόσκλησις πρὸς τοὺς τὴν ἀρχαίαν ἑλληνικὴν μανθάνοντας μαθητὰς καὶ φοιτητάς, ὡς καὶ πρὸς τοὺς καθηγητὰς θεατρικῆς παιδαγωγικῆς καὶ μουσικῆς τοῦ ὑμετέρου σχολείου.
Πρόγραμμα Β:
Τὸ θεατρικὸν ἔργον "Ἑλίκη Ἀθάνατος"
Διὰ τὴν ὑπόκρισιν παρέχομεν ἐπὶ 14 ἡμέρας δωρεὰν κατάλυμα – μέχρι 20 ἀνθρώπων – ἐν τῷ ἡμετέρῳ μουσικῷ καὶ πολιτιστικῷ τόπῳ «Ἑλληνικὸν Εἰδύλλιον» ἐν τῇ βορειοδυτικῇ Πελοποννήσῳ πλησίον τῆς θαλάσσης.
Πρόσκλησις πρὸς τοὺς μανθάνοντας τὴν ἀρχαίαν ἑλληνικὴν γλώσσαν μαθητὰς καὶ φοιτητάς, ὡς καὶ πρὸς τοὺς καθηγητὰς θεατρικῆς παιδαγωγικῆς καὶ μουσικῆς τοῦ ὑμετέρου σχολείου πρὸς τὸ δραματικὸν παίγνιον «Ἑλίκη Ἀθάνατος», ὅπερ ἤδη 6 ἔτη ἐνθάδε καὶ ἐν τῇ ὑμετέρᾳ χώρᾳ ἐδιδάχθη.
Θέμα Γ' - «Ἑλίκη Ἀθάνατος» ὡς μελόδραμα (Musical) διὰ τὰ ἔτη 2025/2026
Φίλοι μουσικοὶ καὶ μαθηταὶ καὶ διδάσκαλοι. Χορηγοῦμεν π.χ. χορὸν καὶ μουσικὸν σύστημα (μέχρι 7-10 ἀνθρώπων) ἵνα μελόδραμά τι ἀττικιστὶ (μετὰ τῆς ἐν λατινικοῖς γράμμασι προφορᾶς) ποιήσητε καὶ διδάξητε ἐν ἀρχαίοις θεάτροις! Ἔξεστι δὲ καὶ νέοις καὶ ἐμπείροις συνθέταις μετὰ μαθητῶν ἢ φοιτητῶν μουσικῆς μετέχειν. Ἡμεῖς πάντα παρασκευάζομεν – πάντα δυνατά ἐστιν!
Συμβουλή: Ἔξεστι χορηγίαν λαβεῖν διὰ τῶν προγραμμάτων οἷον Erasmus+ ἢ διὰ τῶν τοῦ κράτους προγραμμάτων.Ἐνταῦθα τὰ ἔργα ἀκριβέστερον ἐξηγεῖται:
Α. Μικρο-Φιλοσοφικὰ Συμπόσια!
Ἀντὶ τῆς ἐλαττωμένης τιμῆς τῆς διαμονῆς δεῖ ὑμᾶς 2 ἕως 5 βίντεο (κατὰ τὸ μέγεθος τῆς τάξεως καὶ τὴν τέχνην αὐτῆς) μεθ᾽ ἑνὸς ἑκάστου φιλοσοφικοῦ διαλόγου 5-10 λεπτῶν ἐν τῇ ἀρχαίᾳ ἑλληνικῇ γλώσσῃ ποιῆσαι καὶ ημῖν ἕνα μῆνα πρὸ τῆς ἀφίξεως πέμψαι. Ἕκαστος τῶν διαλόγων ἐν μικρᾷ ὁμάδι ὡς μικρο-φιλοσοφικὸν συμπόσιον γενήσεται, ὅπερ ἐπὶ ἀρχαίου τινὸς φιλοσοφικοῦ ῥητοῦ ἢ στίχου ποιήματος (οἷον τοῦ Ὁμήρου), ὃ αὐτοὶ ἐκλέξετε, βασισθήσεται.
Τὰ βίντεο δεῖ τίτλον ἔχειν τὸ ῥητὸν ἢ τὸν στίχον ἀρχαϊστί τε καὶ ἀγγλιστὶ ἅμα, καὶ ἐν τῷ τέλει τὰ ὀνόματα τῶν μετεχόντων καὶ τοῦ σχολείου αὐτῶν. Ὡσαύτως δεῖ ἡμῖν τὴν ἄδειαν δοῦναι τὰ βίντεο ἐν Youtube ἀναβιβάσαι ὡς ἔργον τοῦ Ἑλληνικοῦ Εἰδυλλίου.
Μετὰ τῶν βίντεο πέμψατε τὸ κείμενο τῶν διαλόγων ἀρχαϊστί τε καὶ ἀγγλιστὶ καὶ ἐν τῇ ὑμετέρᾳ γλώσσῃ δι᾽ E-Mail. Οἱ ἄριστοι τῶν διαλόγων τούτων ἐν Youtube θεωρηθήσονται καὶ ὑμῖν καλλίστη ἀνάμνησις διὰ παντὸς τοῦ βίου ἔσονται!
Μετὰ τὴν τῶν βίντεο προβολὴν τὸ περιεχόμενον ζώσῃ τῇ φωνῇ ἔμπροσθεν τῶν ἡμετέρων ξένων καὶ Ἑλλήνων μαθητῶν ὡς θέατρον ὑποκρινεῖσθε. Τὰ μέρη τῶν διαλεγομένων δίκαια δεῖ εἶναι, ἵνα πάντες φαίνωνται. Καὶ οἱ διδάσκαλοι δύνανται μετέχειν. Τὸ συμπόσιον δύναται μουσικῇ συνοδεύεσθαι ἢ ἐν τῷ τέλει μουσικόν τι μέρος ἔχειν.
Τοῦτο δὲ καὶ ὑφ᾽ ἑνὸς ἢ πλειόνων γενέσθαι δύναται, οἷον ᾆσμά τι ἑλληνιστὶ ἢ μουσικόν τι τεμάχιον. Ἐν τῇ τῆς μουσικῆς διακοσμήσει ἐλεύθεροί ἐστε. Ἡ μουσικὴ οὐκ ἀναγκαία ἐστὶ διὰ τὸ βίντεο.
Ἡμεῖς δὲ μεριμνήσομεν ἵνα καὶ Ἕλληνες μαθηταὶ ἢ φοιτηταὶ μετέχωσιν! Οὗτοι δύνανται καὶ τὸ αὑτῶν μέρος φέρειν καὶ πάντα ἐν κοινῷ προγράμματι διδάσκεσθαι.
Μετὰ δὲ ταῦτα κοινωνία πάντων γενήσεται καὶ τοὺς μαθητὰς εἰς δεῖπνον καλοῦμεν. Οὕτως βουλόμεθα τὴν συνάντησιν καὶ τὴν ἀλλαγὴν μεταξὺ τῶν ὑποκριτῶν, τῶν ξένων καὶ τῶν Ἑλλήνων μαθητῶν προάγειν.
Ἔτι δὲ ἡδέως ὑμᾶς ἑτέροις ἀττικίζουσι μετέχουσιν ἐκ διαφόρων πόλεων καὶ χωρῶν γνωριοῦμεν, ἵνα διεθνὴς δημιουργικὴ σύνδεσις μεταξὺ ὑμῶν γένηται. Κατ᾽ αἴτησιν δυνάμεθα κατάλογον πάντων τῶν μετεχόντων ποιῆσαι. Διὰ τοῦτο δεῖ τὴν ὑμετέραν συγκατάθεσιν ἔχειν. Τὰ δεδομένα ταῦτα μόνον διὰ τὴν ἐπικοινωνίαν καὶ τὰ μέλλοντα ἔργα χρησθήσεται.
Τὰ ἔργα ταῦτα ἰσχύουσι διὰ τάξεις μέχρι 15 Μαΐου 2023, πλὴν τοῦ χρόνου ἀπὸ μέσου Μαΐου μέχρι μέσου Σεπτεμβρίου ἑκάστου ἔτους, ἐπειδὴ τότε τὰ ἑλληνικὰ σχολεῖα ἐξετάσεις καὶ διακοπὰς ἔχουσι.
Ἐὰν δὲ οἱ μαθηταὶ ὡς τάξις ἐλθεῖν βούλωνται, δύνανται χορηγίαν διὰ πολιτιστικὴν ἀλλαγὴν αἰτεῖσθαι καὶ οὕτως τὰ ἔξοδα ἐλαττοῦν.
Ἀπογραφὴ πάντοτε δυνατή ἐστι καὶ μέχρι μέσου Φεβρουαρίου 2022 ἄνευ δαπάνης ἀκυροῦσθαι δύναται.
Ἐὰν δέ τι πλέον πυνθάνεσθαι βούλησθε, ἐμέ, τὸν Ἀνδρέαν Δρεκίν, τηλεφωνικῶς (0030 26910 72488, κινητὸν 0030 6972 263 356 WhatsApp) ἢ δι᾽ E-Mail (info@idyllion.eu) ἀεὶ εὑρήσετε.
Μετὰ τῶν βελτίστων εὐχῶν διὰ δημιουργικὸν ἐνθουσιασμόν,
Ὁ ὑμέτερος Ἀνδρέας Δρεκὶς
Κτίστρης καὶ διευθυντὴς τοῦ μουσικοῦ καὶ πολιτιστικοῦ τόπου «Ἑλληνικὸν Εἰδύλλιον» – ὁ Κῆπος τῶν Μουσῶν
Kyanis Aktis 20
GR-25100 Selianitika
E-Mail: info@idyllion.eu
Mobil: 0030 69 72 26 33 56 WhatsApp
Ἐὰν γιγνώσκετε διδασκάλους τῆς ἑλληνικῆς ἢ θεατρικοὺς παιδαγωγοὺς ἢ μουσικοὺς ἐνδιαφερομένους, δηλώσατε αὐτοῖς τὸ ἔργον τοῦτο.
Μοναδικὸν θεατρικὸν παίγνιον «Ἑλίκη Ἀθάνατος» ἢ ζητοῦντες τὴν καταποντισθεῖσαν Ἀτλαντίδα! Ἔργον χορηγίας!
Ἐπὶ 14 ἡμέρας δωρεὰν κατάλυσις ἐν τῷ Κήπῳ τῶν Μουσῶν ἐν τῇ βορειοδυτικῇ Πελοποννήσῳ
Διὰ τοὺς τὴν ἀρχαίαν ἑλληνικὴν μανθάνοντας καὶ τοὺς περὶ τὸ θέατρον σπουδάζοντας μαθητὰς καὶ φοιτητάς
Πρόσκλησις πρὸς τοὺς μαθητὰς καὶ φοιτητὰς καὶ τοὺς διδασκάλους πρὸς θεατρικόν τι παίγνιον, ὅπερ μελετηθήσεται καὶ ἔπειτα παρ᾽ ἡμῖν καὶ ἐν τοῖς ἐνταῦθα ἑορταῖς (festivals) ὑποκριθήσεται.
Χρόνος: Ἀπρίλιος 2023 ἕως Ὀκτώβριος 2024
Ἄλλαι ἡμερομηνίαι κατὰ συμφωνίαν
Δαπάνη
Τὸ ἔργον ὑφ᾽ ἡμῶν χορηγεῖται, ὥστε ἡ μετοχὴ δωρεάν ἐστιν. Τὰ ὑμέτερα ἔξοδα μόνον ἡ ἄφιξις καὶ ἡ τροφή ἐστιν (ἔξεστι δὲ παρ᾽ ἡμῖν μαγειρεύειν). Ἡδέως δὲ συμβουλάς διὰ τὴν ἄφιξιν καὶ δι᾽ ἐκδρομὰς εἰς ἀρχαίους τόπους (Ὀλυμπίαν, Δελφούς, Μυκήνας, Ἐπίδαυρον, Ἀθήνας) δώσομεν.
Ὅροι
Πᾶς ὁ τὴν ἀρχαίαν ἑλληνικὴν λαλῶν ἢ μανθάνων μετέχειν δύναται. Προσδοκῶμεν δὲ τὸν ἐνθουσιασμὸν ὑμῶν. Ἕκαστος τὴν αὑτοῦ τέχνην ἐν θεατρικῇ ὑποκρίσει παρὰ τὴν θάλασσαν ἐπιδείξει.
Τοῦτο σημαίνει ὅτι τὸ ἀρχαϊστὶ γεγραμμένον ποιητικὸν μέρος (libretto) ὄπεράς τινος ὡς θεατρικὸν παίγνιον ἐπὶ 14 ἡμέρας μελετηθήσεται καὶ ὑποκριθήσεται.
Οἱ μετέχοντες αὐτοὶ δεῖ μελετᾶν. Ἡμεῖς οὐ παρέχομεν ἡγεμόνα τῆς μελέτης. Ἡγεμὼν δὲ τῆς ὁμάδος χρήσιμός ἐστιν. Δεῖ δὲ πρὸ τῆς ἀφίξεως μέρος τι τοῦ ἔργου ἐκμαθεῖν.
Πρόγραμμα
Τὸ ποιητικὸν μέρος «Ἑλίκη Ἀθάνατος» περιέχει τὴν ἐρωτικὴν ἱστορίαν ζεύγους τινός, οἳ τὴν ὑπὸ σεισμοῦ φθορὰν τῆς πόλεως αὐτῶν Ἑλίκης περιεγένοντο. Ἡ δὲ Ἑλίκη ἀθάνατος μένει. Ἡ πόλις πλησίον τοῦ Αἰγίου κεῖται καὶ νῦν διὰ τῶν ἀνασκαφῶν εἰς φῶς ἔρχεται. Ἡδέως τὸ κείμενο προτέρως πέμψομεν.
Περίληψις τοῦ ἔργου «Ἑλίκη Ἀθάνατος»
Πρώτη διδασκαλία ποιητικοῦ μέρους (libretto) ὡς μελοδράματος (Musical)!
"Ἑλίκη Ἀθάνατος" - ...Ἀθάνατος Ἑλίκη... ἀρχαϊστὶ μετὰ λατινικῆς προφορᾶς!
Φίλοι μουσικοὶ καὶ μαθηταὶ καὶ διδάσκαλοι
Βούλομαι ὑμῖν νέον ἔργον δηλῶσαι καὶ παρακαλῶ ὑμᾶς μελόδραμά τι (musical) ποιῆσαι. Ἡ ὑπόθεσις ἐν τῷ ἀρχαίῳ χρόνῳ καὶ ἐν τῷ νῦν γίγνεται· πρόκειται περὶ τῆς τραγικῆς ἱστορίας τῆς τῷ 373 π.Χ. ὑπὸ σεισμοῦ καταποντισθείσης πόλεως Ἑλίκης ἐν Πελοποννήσῳ, ἣ νῦν ἀνασκάπτεται.
Κάλλιστον δ᾽ ἂν εἴη τὴν πρώτην διδασκαλίαν πλησίον τῆς πόλεως ἐκείνης γενέσθαι· καὶ τοῦτο παρέχειν βούλομαι:
Τὸ «Ἑλληνικὸν Εἰδύλλιον» δύναται μέχρι 20 ἀνθρώπων διὰ τὰς μελέτας καὶ τὴν ὑπόκρισιν δέξασθαι. Παρέχω οὖν ὑμῖν ἐπὶ 14 ἡμέρας δωρεὰν κατάλυσιν πλησίον τῆς θαλάσσης μετὰ πάντων τῶν ἀναγκαίων ὀργάνων καὶ σκηνῶν. Ὡς ἔργον πολιτιστικῆς ἀλλαγῆς δύνασθε καὶ χορηγίαν διὰ τὴν ὁδοιπορίαν λαβεῖν!
Ἵνα δὲ μὴ γλωσσικὰ ἐμπόδια γένηται, τὸ κείμενο καὶ ἐν λατινικοῖς γράμμασι (phonetic) παρέχεται. Ἔτι δὲ καὶ γερμανιστί, ἀγγλιστὶ καὶ νεοελληνιστὶ ὑπάρχει. Οὐδεμία οὖν ἀνάγκη γνώσεως τῆς ἑλληνικῆς ἐστιν. Χρόνος τῆς συνθέσεως: περὶ 60 λεπτά. Ὑποκρίσεις ἐν ἀρχαίοις θεάτροις καὶ ἐν τῇ ὑμετέρᾳ χώρᾳ παρασκευάζονται.
Πλείονες πληροφορίαι: Ἀπὸ τοῦ 1990 πλείους ἢ 150 χορωδίαι καὶ ὀρχῆστραι παρ᾽ ἡμῖν εἰργάσαντο. Τὸ Ἑλληνικὸν Εἰδύλλιον κεῖται ἐν Σελιανιτικοῖς πλησίον τοῦ Αἰγίου. Ἐν τῷ κήπῳ (4000 τ.μ.) μετὰ δένδρων...
Πεποιημένα ἔργα
↓Ἀττικιστὶ διαλέγεσθαι καὶ φιλοσοφεῖν σήμερον! 18.07-07.08. 2020
↓Ἀττικιστὶ διαλέγεσθαι ἐν τῷ κήπῳ τῶν Μουσῶν [2016]
↓Ἀττικιστὶ διαλέγεσθαι ἐν τῷ κήπῳ τῶν Μουσῶν [2015]
↓Κλασικιστὶ διαλέγεσθαι καὶ νοήματα σπουδαῖα νοεῖν
↓Ὕμνος εἰς τὸ Ἑλληνικὸν Εἰδύλλιον
↓Παρακαλοῦμεν εἰς τὸ συναττικίζειν καὶ τὸ συμμελετᾶν τὸν τῶν ἀρχαίων Ἑλλήνων λόγον
↓2009
Ἀττικιστὶ διαλέγεσθαι καὶ φιλοσοφεῖν σήμερον, 28ον ἔτος!
18.07. ἕως 07.08.2020 μετὰ τοῦ Florian Feicht
καὶ ἀπὸ 07. ἕως 31.08.2020 μετὰ τῆς Ἀντωνίας Κυρίλου ὡς καὶ «Νεοελληνικὴ γλῶττα διὰ τοὺς Γραικιστάς»...
Καὶ πλείω... ἀναγιγνώσκετε ἐν τῇδε τῇ σελίδι. Κατ᾽ αἴτησιν διδασκαλία ἀρχαίας καὶ νέας ἑλληνικῆς καθ᾽ ὅλον τὸ ἔτος!!
Σεμινάριον μετὰ τοῦ κ. Florian Feicht, διδασκάλου ἐν Βερολίνῳ
Ἐν Ἑλλάδι ἀναπαύεσθαι καὶ ἅμα τὴν κλασικὴν ἑλληνικὴν γλώτταν λαλεῖν καὶ νοήματα σπουδαῖα νοεῖν - τίνα τῶν τοῦ Ἑλληνισμοῦ φίλων τοῦτο οὐκ ἂν προτρέψαι; Τοῦτο τὸ μοναδικὸν σεμινάριον ἐν τῷ Κήπῳ τῶν Μουσῶν παρέχει τοῖς τε ἀρχομένοις καὶ τοῖς προκεχωρηκόσι τὴν εὐκαιρίαν τὰς τῆς ἀρχαίας ἑλληνικῆς γνώσεις χρῆσθαι, βελτιοῦν καὶ βαθύνειν.
Μαθηταί, φοιτηταὶ καὶ ἐνήλικοι ἐκ πολλῶν χωρῶν συνέρχονται, ἐκπληττόμενοι ὅτι τῇ ἀρχαίᾳ τῆς Ἑλλάδος γλώττῃ ἀλλήλοις διαλέγεσθαι δύνανται, ἀναγιγνώσκοντες κοινῇ κείμενα ἀξιόλογα καὶ περὶ αὐτῶν διαλεγόμενοι.
Τὸ σεμινάριον γενήσεται ἐν τῷ Κήπῳ τῶν Μουσῶν, ὅστις ὑπὸ ἀμπελώνων ἐσκιασμένος ἐστὶ καὶ δέκα μέτρα ἀπέχει τῆς θαλάσσης, καὶ ἐν τῇ δευτέρᾳ ἑβδομάδι ἐν Περιστέρᾳ, ἀρχαϊκῷ κώμῃ τῆς Ἀρκαδίας, ἥτις κεῖται πλησίον τῆς Στυγὸς πηγῆς.
Τὸ σεμινάριον εὐεργέτημά ἐστι τοῦ Ἑλληνικοῦ Εἰδυλλίου, ὅπερ ὁ κτίστρης Ἀνδρέας Δρεκὶς ἤδη 26 ἔτη παρέχει. Ἡ αὐτοῦ διατριβὴ δέχεται τακτικῶς μουσικοὺς καὶ ἄλλους τοὺς τὰ πολιτιστικὰ τιμῶντας. Ἔξεστι δὲ καὶ ἐκδρομὴν ποιεῖσθαι καὶ θεᾶσθαι δρᾶμά τι ἐν ἀρχαίῳ θεάτρῳ.
Τὸ Ἑλληνικὸν Εἰδύλλιον κεῖται ἐπὶ τῆς βορείας ἀκτῆς τῆς Πελοποννήσου πλησίον τοῦ Αἰγίου. Τοῖς μετέχουσι παρέχονται δωμάτια δύο ἕως τεσσάρων κλινῶν. Οἱ ἐνήλικοι δύνανται, εἰ βούλονται, ἐν μονοκλίνῳ ἢ δικλίνῳ δωματίῳ διαμένειν.
Ἡ τιμὴ τῆς διαμονῆς μετὰ τῆς δυνατότητος μαγειρεύειν ἐν πολυθρόνοις δωματίοις συμπεριλαμβανομένης τῆς διδασκαλίας καὶ κοινοῦ δείπνου ἐστὶ 300,00 EUR δι᾽ ἀμφοτέρας τὰς ἑβδομάδας.
Οἱ διδάσκαλοι τῆς ἑλληνικῆς γλώττης ὡς μετέχοντες τοῦδε τοῦ σεμιναρίου λήψονται κατὰ συμφωνίαν ἐλαττωμένην τὴν τῆς διαμονῆς τιμήν.
Δωρεὰν διαμονή :
Πρὸς τούτοις, μία ἢ δύο τάξεις μετὰ τοῦ αὑτῶν διδασκάλου δύνανται μέχρι δύο ἑβδομάδων δωρεὰν διαμονὴν λαβεῖν, ἐὰν τὸ ἡμέτερον δρᾶμα «Ἑλίκη Ἀθάνατος» ἀρχαϊστὶ ὑποκρίνωνται.
Ἀπογραφὴ καὶ παρὰ τῷ Ἀνδρέᾳ Δρεκίδι Τηλ 0030 210 3461034
E-mail:info@idyllion.eu
Πλείονες πληροφορίαι περὶ τοῦ σεμιναρίου ἀπὸ 18 Ἰουλίου ἕως 07 Αὐγούστου ὑπὸ τοῦ κ. Florian Feicht
Schützenstraße 14
12165 Berlin
E-Mail: flofeicht@googlemail.com
Tel.: 0170-5835320
Πλείονες πληροφορίαι περὶ τοῦ σεμιναρίου ἀπὸ 07 ἕως 30 Αὐγούστου 2020 μετὰ τῆς Ἀντωνίας Κυρίλου: info@idyllion.eu
epiStoa is a European initiative
to foster and promote European Values
- human rights, democracy and the rule of law -
and the impact of the Ancient Languages on modern Europe
Do you share these goals? Here are the details of how you can join the community or join as a member
Κλασικιστὶ διαλέγεσθαι καὶ νοήματα σπουδαῖα νοεῖν ἐν τῷ Κήπῳ τῶν Μουσῶν, τοῦ Πλάτωνος, τοῦ Ἰσοκράτους... τοῦ Beethoven, τοῦ Mozart... καὶ τοῦ Θεοδωράκη
ΑΤΤΙΚΙΣΤΙ ΦΙΛΟΣΟΦΕΙΝ ΣΗΜΕΡΟΝ 2020 EN ΤΩΙ ΚΗΠΩΙ ΤΩΝ ΜΟΥΣΩΝ
TΕΡΨΙΣ ΤΩΝ ΤΗΝ ΑΤΤΙΚΗΝ ΦΩΝΗΝ ΔΙΔΑΣΚΟΝΤΩΝ, ΣΠΟΥΔΑΖΟΝΤΩΝ ΚΑΙ ΝΥΝ ΤΟ ΦΙΛΟΣΟΦΕΙΝ TΙΜΩΝΤΩΝ!
Ἀττικιστὶ διαλέγεσθαι - όκτώ καί εἴκοσι ἔτη - ἐν τῷ κήπῳ τῶν Μουσῶν -
Ἐκ τῶν προτέρων ἐκδηλώσεων...
Διὰ τί μὴ καὶ ὑμεῖς ὡς τάξις δρᾶμά τι ὑποκρίνεσθε; Διὰ τῆς ἡμετέρας χορηγίας ἡ διαμονὴ δωρεάν ἐστιν. Πλείονα δὲ περὶ τούτου τοῦ σεμιναρίου ἀναγιγνώσκετε ἐν τῷ ἡμετέρῳ προγράμματι 2015.
Ἐνταῦθα εὑρήσετε δύο ἀποσπάσματα ἐκ τῶν ἀρχαίων δραμάτων ἡμῶν:
Θέατρον ἀρχαϊστί: «Ἑλίκη Ἀθάνατος»
«Ἑλίκη Ἀθάνατος» ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ ὡς δρᾶμα ἀρχαϊστί
Ἐν τῇ ταβέρνᾳ «Ἑσπερίδες» παρὰ τῷ Λεωνίδᾳ...
«Ἀττικιστὶ διαλέγεσθαι καὶ φιλοσοφεῖν σήμερον» 27ον ἔτος... ἐν τῷ Κήπῳ τῶν Μουσῶν... καὶ τοῦ Ἐπικούρου!
Φίλοι τῆς ἀρχαίας ἑλληνικῆς,
Λαλεῖτε τὴν τῶν φιλοσόφων γλῶτταν ἐν μέσῳ τῆς κλασικῆς Ἑλλάδος...
Πλείονες πληροφορίαι παρὰ τῇ Ἀντωνίᾳ Κυρίλου: info@idyllion.eu
Ἀντωνία Κυρίλου
Πληροφορίας περὶ τοῦ σεμιναρίου τῆς ἀρχαίας ἑλληνικῆς τοῦ ἔτους 2014 εὑρήσετε ἐνταῦθα.
Α) Διδασκαλία τῆς ἀρχαίας ἢ καὶ τῆς νέας ἑλληνικῆς γλώττης δι᾽ ὅλου τοῦ ἔτους ἄνευ ὡρισμένης ἀρχῆς!
Ἵνα τε οἱ φοιτηταὶ πρὸς τὴν τοῦ Graecum ἐξέτασιν παρασκευάζωνται καὶ πᾶς τις τὸν αὑτοῦ νοῦν πλουτίζειν βούληται!
Ἀπὸ τῆς τετάρτης τοῦ Ἰανουαρίου 2018 ἡ πρώτη διδασκαλία τῆς ἀρχαίας ἑλληνικῆς ἐπιτυχῶς ἐγένετο.
Ἑλβετική τις φοιτήτρια θεολογίας τῷ Ἰανουαρίῳ 2018 ἐπὶ πέντε ἑβδομάδας 75 ὥρας ἰδίᾳ ἐδιδάχθη.
Ἡ ἰδία διδασκαλία μετὰ τῆς Ἀντωνίας Κυρίλου, φιλολόγου καὶ περὶ τὸ ἀρχαῖον θέατρον σπουδαζούσης, ἣ καὶ ἀγγλιστὶ λαλεῖ, μόνον 10 εὐρὼ τὴν ὥραν στοιχίζει. Ἐὰν δὲ δύο ἢ τρεῖς μετέχωσιν, ἔλαττον ἑκάστῳ στοιχίζει.
Ἀντωνία Κυρίλου
Ἐνταῦθα ἀναγιγνώσκετε τὰ τῆς Ἑλβετικῆς φοιτητρίας:
6.2.2018 ἐκ τοῦ ἡμετέρου βιβλίου τῶν ξένων (Gästebuch)
Φίλε κύριε Δρεκί,
Ἐξῆλθον τοῦ Ἑλληνικοῦ Εἰδυλλίου τῷ σαββάτῳ καὶ βούλομαί σοι χάριν εἰδέναι διὰ τὴν τῆς διδασκαλίας παρασκευὴν καὶ τὴν διαμονήν. Κάλλιστα γὰρ διήγαγον καὶ παρὰ τῆς διδασκάλου οὐ μόνον τὴν ἀρχαίαν ἑλληνικὴν ἔμαθον, ἀλλὰ καὶ πολλὰ περὶ τῆς ἱστορίας καὶ τῆς φιλοσοφίας. Καὶ δὴ καὶ τὸν πρὸς τὴν γλῶτταν ἔρωτα ἐν ἐμοὶ ἐξέκαυσεν!
Ἡδέως αὖθις ἐλεύσομαι καὶ αὖθις παρὰ τῇ αὐτῇ διδασκάλῳ μανθάνειν διανοοῦμαι.
Χαῖρε,
Jana Füglistaler
Πάντοτε ἀπὸ τοῦ Νοεμβρίου μέχρι τοῦ Ἀπριλίου – ὡς ἔργον πολιτιστικῆς ἀλλαγῆς μετὰ διαμονῆς μόνον διὰ τὰ ἀναγκαῖα ἔξοδα! Ἡ ἀρχὴ ἐλευθέρα ἐστίν!
Τὸν δὲ ἄλλον χρόνον κατ᾽ αἴτησιν.
Πλείονες πληροφορίαι - ἀπογραφαὶ παρὰ:
Ἀνδρέᾳ Δρεκίδι
Κτίστῃ καὶ διευθυντῇ
Ἑλληνικὸν Εἰδύλλιον – Ὁ Κῆπος τῶν Μουσῶν
Kyanis Aktis 20
GR-25100 Selianitika-Egion
Τηλ.: 0030 210 3461034
Κινητόν: 0030 6972263356
E-Mail: info@idyllion.eu
Β) Διδασκαλία τῆς ἀρχαίας ἑλληνικῆς διὰ τοὺς φοιτητὰς (Graecum)
ἄνευ ὡρισμένης ἀρχῆς παρὰ τῇ ἡλιολούστῳ θαλάσσῃ καὶ ἐν μέσῃ τῇ κλασικῇ Ἑλλάδι!
Ἔργον χορηγίας ἀπὸ τοῦ 2018 ἐν τῷ «Ἑλληνικῷ Εἰδυλλίῳ»,
ὁ Κῆπος τῶν Μουσῶν παρὰ τῷ Κορινθιακῷ κόλπῳ
Διάρκεια: 6 ἑβδομάδαι/90 ὧραι ἰδίας διδασκαλίας συμπεριλαμβανομένης τῆς διαμονῆς ἐν μονοκλίνῳ δωματίῳ (1150 εὐρώ) ἢ δύο μετεχόντων (750 εὐρὼ ἑκάστῳ).
Τί; Διδασκαλία τῆς ἀρχαίας ἑλληνικῆς ἐν ἓξ ἑβδομάσι δι᾽ ἰδίας ἢ κοινῆς διδασκαλίας (15 ὧραι κατ᾽ ἑβδομάδα).
Πότε; Πάντοτε ἀπὸ τοῦ Νοεμβρίου μέχρι μέσου Ἀπριλίου μετὰ τῆς φιλολόγου Ἀντωνίας Κυρίλου ἀπὸ τοῦ 2018 καὶ ἐν τοῖς ἐπιγιγνομένοις ἔτεσιν!
Τίνες; Φοιτηταί, π.χ. φιλολογίας, φιλοσοφίας, θεολογίας, ἱστορίας, ἀρχαιολογίας.
Ποῦ; Ἐν τῷ «Ἑλληνικῷ Εἰδυλλίῳ», ἐν τῷ κήπῳ (4000 τ.μ.) ἐν Σελιανιτικοῖς.
Παρέχομεν ὑμῖν τὴν εὐκαιρίαν παρασκευάζεσθαι πρὸς τὴν τοῦ Graecum ἐξέτασιν. Πάντες οἱ ἐνδιαφερόμενοι εὐπρόσδεκτοί εἰσιν. Ἓξ ἑβδομάδαι συνήθως ἱκαναί εἰσιν.
Διαμενεῖτε ἐν ἰδίῳ δωματίῳ μετὰ μαγειρείου.
Οἱ καρποὶ τοῦ κήπου ἐλεύθεροί εἰσιν, ὡς καὶ τὸ κλειδοκύμβαλον (piano) καὶ ἡ βιβλιοθήκη. Ἡ θέσις τῶν Σελιανιτικῶν ἐπιτρέπει ἐκδρομὰς εἰς Ὀλυμπίαν, Δελφούς, Ἐπίδαυρον.
Πλείονες πληροφορίαι: Ἀνδρέας Δρεκὶς
E-mail: info@idyllion.eu Τηλ. 0030 2103461034 Ἱστοσελίς: http://www.idyllion.eu/
Ἔργον Γ.
Πρόσκλησις πρὸς μελέτην καὶ πρὸς τὴν πρώτην διδασκαλίαν τῆς ὄπερας
«Ἑλίκη Ἀθάνατος» ἀρχαϊστί!
Ἔργον πολιτιστικῆς ἀλλαγῆς (10 ἕως 14 ἡμέραι δωρεὰν κατάλυσις δι᾽ ὀρχήστραν καὶ χορόν).
Ἀξιότιμοι καθηγηταὶ τῆς συγχρόνου μουσικῆς,
Βούλομαι ὑμῖν νέον ἔργον δηλῶσαι καὶ παρακαλῶ ὑμᾶς τὴν πρώτην διδασκαλίαν (premiere) νέας ὄπερας ποιῆσαι. Ἡ ὑπόθεσις ἐν τῷ ἀρχαίῳ χρόνῳ καὶ ἐν τῷ νῦν γίγνεται· πρόκειταιπερὶ τῆς τραγικῆς ἱστορίας τῆς τῷ 373 π.Χ. ὑπὸ σεισμοῦ καταποντισθείσης πόλεως Ἑλίκης ἐν Πελοποννήσῳ. Τὸ κείμενο (libretto) ἤδη ὡς θέατρον ὑποκέκριται.
Κάλλιστον δ᾽ ἂν εἴη τὴν πρώτην διδασκαλίαν πλησίον τῆς πόλεως ἐκείνης γενέσθαι· καὶ τοῦτο παρέχειν βούλομαι:
Τὸ «Ἑλληνικὸν Εἰδύλλιον» δύναται διὰ τὰς μελέτας καὶ τὴν ὑπόκρισιν ὀρχήστραν μετὰ χοροῦ δέξασθαι. Παρέχω οὖν ὑμῖν καὶ τοῖς φοιτηταῖς ἐπὶ 10 ἕως 14 ἡμέρας δωρεὰν κατάλυσιν πλησίον τῆς θαλάσσης. Ὡς ἔργον πολιτιστικῆς ἀλλαγῆς δύνασθε καὶ χορηγίαν λαβεῖν!
Ἵνα δὲ μὴ γλωσσικὰ ἐμπόδια γένηται, τὸ κείμενο καὶ ἐν λατινικοῖς γράμμασι (phonetic) παρέχεται. Ἔτι δὲ καὶ γερμανιστί, ἀγγλιστὶ καὶ νεοελληνιστὶ ὑπάρχει. Οὐδεμία οὖν ἀνάγκη γνώσεως τῆς ἑλληνικῆς ἐστιν. Διάρκεια: περὶ 90 λεπτά. Ὑποκρίσεις ἐν ἀρχαίοις θεάτροις καὶ ἐν τῇ ὑμετέρᾳ χώρᾳ παρασκευάζονται. Τὸ κείμενο ἐγένετο ἐν διεθνεῖ ἀγῶνι.
Πλείονες πληροφορίαι: Ἀπὸ τοῦ 1990 πλείους ἢ 150 χορωδίαι καὶ ὀρχῆστραι παρ᾽ ἡμῖν εἰργάσαντο. Τὸ Ἑλληνικὸν Εἰδύλλιον κεῖται ἐν Σελιανιτικοῖς πλησίον τοῦ Αἰγίου. Ἐν τῷ κήπῳ (4000 τ.μ.) μετὰ δένδρων καὶ ἀνθέων δύνανται καὶ μεγάλαι ὀρχῆστραι μουσουργεῖν. Πάρεστι δύο σκηναὶ καὶ κλειδοκύμβαλον (Schimmel), Cello, Kontrabass, Pauken.
Χαίροιμεν ἂν ἀκούοντες παρ᾽ ὑμῶν! Οἱ καθηγηταὶ μετά τινων φοιτητῶν εὐπρόσδεκτοί εἰσιν ἐπὶ μίαν ἑβδομάδα δωρεάν, ἵνα τὸν τόπον θεωρήσωσιν. Ἡ ὑπόκρισις παρασκευάζεται διὰ τὰ ἔτη 2025/2026.
Πληροφορίαι περὶ τοῦ κειμένου: https://www.idyllion.eu/de/2-4-3_2010.html
Βίντεο καὶ εἰκόνες: https://www.idyllion.eu/de/2-3-10_2019.html
Χαίρετε,
Ἀνδρέας Δρεκὶς
Ὕμνος εἰς τὸ Ἑλληνικὸν Εἰδύλλιον
Ὑπὸ τοῦ πολλάκις μετέχοντος τοῦ σεμιναρίου Στεφάνου Βάϊζε (Stefan Weise)

Γερμανικὴ ἑρμηνεία τοῦ ἀρχαϊστὶ πεποιημένου ὕμνου εἰς τὸ Ἑλληνικὸν Εἰδύλλιον ὑπὸ Στεφάνου Βάϊζε τῷ ἔτει 2010
Hymnus
Wehe, es erstarb, es erstarb die achaische Stimme,
die Platon einst sprach und auch Hesiod voller Ruhm.
Die Jugend vermag sich nicht zu erdichten den Ruhm eines Homer,
der uns als Stammvater weisen Gesanges gilt.
Wehe, kein Ort bleibt den Musen und auch nicht Apollon,
sondern über alles herrscht, o weh, die Gewinnsucht.
Nur um dieser zu huldigen, verlassen wir alles Alte
oder flüchten wir selbst ängstlich vor der Staatskasse.
Aber es gibt ein Entkommen, es gibt auch einen Ort der Hoffnung für uns,
eine Insel der Seligen, allein im weiten Ozean.
Wo diese sich befindet, verlangst Du von mir zu sagen in nachdrücklichen
Worten;
So gut ich kann, will ich es jetzt in Worten wahrheitsgemäß sagen:
Mitten in Hellas am Golf von Korinth,
wo die Wellen zerstörten die hohen Mauern von Helike -
gar sehr nämlich zürnte den Städtern der Herrscher und Vater des Meeres
und vernichtete die ganze Stadt.
Dieses alles erfolgte in alten Zeiten.
Nun freuen sich in Tänzen daselbst die Pieriden
Auch täusche ich mich nicht, wenn ich sage:
Dieses ist wohl ein anderes Paradies,
voll von Bäumen und edlen Pflanzen.
Hoch oben in den Blättern lassen Zikaden einen schönen Gesang erklingen
mit äußerst einschmeichelnden Stimmen.
Mit ihnen wetteifern schönlockige Frauen
und singen ganz und gar wie irdische Charitinnen.
Auch über sie sich unter Platanen in der Weisheit
und säuseln dennoch alles dem Leukothymos zu.
Auf keinen Fall will ich jetz weitschweifig werden:
Der Garten ist ein Idyllion,
über das wohl Theokrit nichts Besseres schreiben könnte.
Wer der Herrscher und Aufseher über dieses ist, fragst Du:
Es ist der allen bekannte strahlende Herr Drekis.
Dieses sei mir das Ziel meiner Worte.
Wenn Du noch mehr wissen wollen solltest,
geh' selbst dorthin ins helladische Land!
Παρακαλοῦμεν εἰς τὸ συναττικίζειν καὶ τὸ συμμελετᾶν τὸν τῶν ἀρχαίων Ἑλλήνων λόγον
29. Juli-12. August 2012 ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ
Τίνα μὲν τῶν φιλελλήνων τὸ ἐν τῇ Ἑλλάδι ἀναπαύεσθαι καὶ ἅμα τὸ τὴν ἀττικὴν φωνὴν μελετᾶν καὶ ἀσκεῖν οὐκ ἂν ἐφέλκοιτο; οὐδαμοῦ δὲ γῆς ὅμοιόν τι ἂν εὑρίσκοιτο διδασκαλικὸν ἐπιτήδευμα.
Ἐν μὲν οὖν μεγάλῳ καὶ ἐπισκίῳ καὶ παραθαλαττίῳ κήπῳ μαθηταὶ καὶ φοιτηταὶ καὶ πρεσβύτεροι πολλῶν χωρῶν συλλέγονται θαυμάζοντες, ὡς ῥᾳδίως ταῖς τῶν ἀρχαίων Ἑλλήνων λέξεσι διαλεγόμεθα ἀλλήλοις καὶ ἀναγιγνώσκομεν συγγράμματα ἀξίας σοφίας τε μεστὰ καὶ φιλοσοφοῦμεν.
Ταύτῃ τῇ διδασκαλίᾳ ὁ τοῦ Ἑλληνικοῦ Εἰδυλλίου κτίστης, ὁ κύριος Ἀνδρέας Δρέκις, βοηθεῖ ἤδη ἐννεακαίδεκα ἐτῶν μόνον ὀλίγα καὶ μέτρια αἰτῶν. Πολλάκις δὲ μουσικοί τε καὶ ἄλλοι τινὲς παιδείαν τιμῶντες ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διατρίβουσιν, ὥστε συναυλίαι καὶ ἀκροάσεις τινὲς γίγνονται ἑσπέρας. Καὶ οἷόν τ' ἂν εἴη ἄλλον τόπον θεάσασθαι καὶ δρᾶμά τι ἐν ἀρχαίῳ τινὶ θεάτρῳ.
Τὸ δ' Ἑλληνικὸν Εἰδύλλιον ἐπὶ τῇ πρὸς βορέαν ἀκτῇ ἐστιν οὐ πολὺ ἀπέχον ἀπὸ τοῦ Αἰγίου τῆς Πελοποννήσου. Τοῦτο δὴ τὸ χωρίον διὰ τὴν ἰδίαν χάριν διαφερόντως Ἕλληνας ξένους ἐπάγεται. Τοῖς μέντοι μετέχουσι τρίκλινα καὶ τετράκλινα δωμάτια ὑπάρχει. Ἀλλὰ τοὺς μονόκλινον ἢ δίκλινον ζητοῦντας δεῖ πυνθάνεσθαι τιμῆς ἕνεκα.
ἡ τιμὴ ἡ τῆς ἐν πολυκλίνοις δωματίοις διαμονῆς: 250,00 EUR. Μονόκλινα δωμάτια κατὰ συμφωνίαν.
ἡ τῆς διδασκαλίας τιμή (4 ὧραι καθ' ἡμέραν): 50,00 EUR.
Ἡ τῆς διαμονῆς τιμὴ τοῖς μετέχουσι ἐλαττωμένη ἐστὶ 250,00 EUR. Πρὸς δὲ τὴν τοῦ σεμιναρίου προαγωγήν, ἡ τῆς διδασκαλίας τιμὴ ὑπὸ τοῦ διδασκάλου, ᾧ δωρεὰν κατάλυμα διὰ δύο ἀνθρώπους παρέχεται, μόνον 50,00 EUR ἐστίν.
ἐπιστείλατε τὴν κυρίαν εἰσαγγελίαν εἰς τὸν κύριονHelmut Quack
Eritstraße 23
D-25813 Husum
Τηλ.: +49 (0)4841-5429
E-Mail: h-quack@versanet.de
Εἰς τὸ ἡμέτερον ἰωβηλαῖον παρέχομεν πᾶσι δωρεὰν διαμονὴν ἀπὸ 12 ἕως 19 Αὐγούστου, ἐὰν τὸ ποιητικὸν μέρος (libretto) «Ἑλίκη Ἀθάνατος» ὡς δρᾶμα ὑποκρίνησθε.
Τὴν δὲ ὑμέτεραν ὑπόκρισιν διὰ πρεπούσης μουσικῆς ἐν ταινίᾳ (tonband) γεγραμμένης βοηθήσομεν. Ἡ δὲ σεμνὴ τοῦ κειμένου (libretto) ἐπίδειξις πρὸς τῷ τέλει τῆς ἑβδομάδος παρασκευάζεται.
Ἐλάχιστος ἀριθμὸς μετεχόντων: 12
Ἀπογραφὴ παρὰ τῷ Ἀνδρέᾳ Δρεκίδι
E-Mail: hellenikon@idyllion.gr
Τηλ.: 0030 26910 72488

15th August 2009 Idyllion pie by Jason
15th August 2009 Vanya
15th August 2009 Felix
15th August 2009 Theolampos, Part 1/2
15th August 2009 Theolampos, Part 2/2
15th August 2009 Alexander