-" ?> Ἱστορία

 


Περὶ ἡμῶν

Πάντα     Ἱστορία     Χώρα

Οἱ πρῶτοι ξένοι· χορωδίαι, ὀρχῆστραι, μουσουργοί
209→
Ἡ κλασικὴ γλῶσσα, ἡ γραμματεία καὶ ἡ φιλοσοφία
210→
Ἡ μουσική· συναυλίαι καὶ ἀγῶνες
211→
Τὰ παρελθόντα ἔργα

Ἀνδρέας Δρέκης, ὁ τοῦ Ἑλληνικοῦ Εἰδυλλίου κτίστης, υἱός ἐστιν ὀρθοδόξου ἱερέως ἐξ Αἰγίου καὶ ἐκεῖ ἐν τῷ κλασικῷ γυμνασίῳ ἐπαιδεύετο. Τὴν δὲ ἐπιστήμην τῆς ἐθνικῆς οἰκονομίας ἐν Ἑλβετίᾳ ἐσπούδασεν ἐν τῷ τῆς Βέρνης πανεπιστημίῳ παρὰ τῷ καθηγητῇ Egon Tuchtfeld. Ἔτει 1966 ἐν τῷ σεμιναρίῳ περὶ τῆς αὐξήσεως τοῦ κοινωνικοῦ προϊόντος ὡς σκοποῦ τῆς οἰκονομικῆς πολιτικῆς εἰσήγαγε νέαν τινὰ ἐπιστήμην, ἣν οὐκ οἰκονομικὴν ἀλλὰ λαοευδαιμονικὴν ἐκάλεσεν.

Διὰ τῆς συνεργασίας πασῶν τῶν ἐπιστημῶν ὑπὸ οἰκονομικοπολιτικοὺς σκοποὺς ἔδει ταύτην τὴν νέαν διδασκαλίαν τὴν εὐδαιμονίαν ἐρευνᾶν καὶ ποιοτικὰς ἀξίας ὁρίζειν. Μάλιστα δὲ ἔδει περὶ τὴν ὄντως αὔξησιν τῆς ποιότητος τοῦ βίου σπουδάζειν, ἣ ποσοτικῶς χαλεπῶς μετρεῖται. Δώδεκα δὴ ἔτη ὕστερον δημοσία τις ζήτησις ἐγένετο, ἐν ᾗ αὗται αἱ διάνοιαι πάλιν ἐφάνησαν, καὶ νῦν ὑπὸ ψυχολόγων καὶ οἰκονόμων ἡ εὐδαιμονία ὡς μέτρον πάσης εὐπορίας ἐρευνᾶται.

Ἀνδρέου Δρέκη σπουδή ἐστι μέχρι τήμερον, πνευματικὰς καὶ πολιτιστικὰς ἀξίας, αἳ κινδυνεύουσιν ἀπόλλυσθαι, νέον καὶ ἐντόνως βιωτὰς ποιεῖν καὶ πάλιν εἰς τὴν συνείδησιν ἄγειν. Τούτους τοὺς σκοποὺς τῷ αὑτοῦ τόπῳ συμβιώσεως Ἑλληνικὸν Εἰδύλλιον ἐν Σελιανιτίκοις ἐκτελεῖν βούλεται, ὃ ἔτει 1990 μετὰ μεγάλου μόχθου ἔκτισε καὶ ἔκτοτε διάγει καὶ οὗ τὴν διανόησιν ἐν Ἑλλάδι καὶ πάσῃ τῇ Εὐρώπῃ διαδιδόναι πειρᾶται.

Andreas Drekis

Τὸ κτῆμα τοῦ Ἑλληνικοῦ Εἰδυλλίου καὶ ἡ ἀρχιτεκτονικὴ αὐτοῦ ὑπὸ Ἀνδρέου Δρέκη αὐτοῦ ἐπενοήθησαν. Ἐν μέσῳ μεγάλου κήπου φυσικοῦ, ἀνθέων καὶ καρπῶν πλήρους, κεῖνται οἱ οἰκίσκοι.

Ἄνω

Οἱ πρῶτοι ξένοι· χορωδίαι, ὀρχῆστραι, μουσουργοί

Εἷς τῶν πρώτων ἔτει 1991 ἦν Alois Springer, ὁ γερμανὸς μουσουργὸς ἐξαίρετος καὶ πεντάκις διεθνὴς νικητὴς ἄλλων τε καὶ τοῦ Koussevitzky καὶ τοῦ Dimitri Mitropoulos (Νέα Ὑόρκη). Ὡς συνεργάτης τοῦ Leonard Bernstein καὶ μουσουργὸς τῆς Φιλαρμονικῆς τῆς Νέας Ὑόρκης, ἀρχιμουσικὸς τῆς Philharmonia Hungarica, δεύτερος ἀρχιμουσικὸς τοῦ Ῥαδιοφώνου τοῦ Λουξεμβούργου καὶ ἐπὶ πολλὰ ἔτη μουσουργὸς τοῦ μεγάλου Berkshire φεστιβάλ ἐν Tanglewood (ΗΠΑ) τὸ πνεῦμα τοῦ Ἑλληνικοῦ Εἰδυλλίου ἐν ἀρχῇ ἐξηῦρεν ἑαυτῷ τε καὶ τῷ δημιουργικῷ ἔργῳ καὶ τὴν τοῦ Ἀνδρέου Δρέκη ὅρασιν συνῆκεν. Ἡ παραβολὴ τῷ σπουδαίῳ Music-Camp Tanglewood, τῇ θερινῇ ἕδρᾳ τῆς Boston Symphony Orchestra, αὐτῷ ἐφάνη καὶ ἔκρινε, καίπερ διεθνῶς ἐσπουδακώς, λοιὸν συμβάλλειν, μουσικοὺς ἀνθρώπους ἐν τούτῳ τῷ εἰδυλλιακῷ τόπῳ μεθ' Ἑλληνικοῦ ἡλίου, ἀνέμου καὶ θαλάττης ἐν τῷ τῶν Μουσῶν πνεύματι συνάγειν. Ἀπὸ τοῦ πρώτου σεμιναρίου ὀρχήστρας κατ' ἔτος οὐ μόνον ξένος ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ ἐστίν, ἀλλὰ καὶ ὡς μέλος κριτῶν καὶ μουσουργὸς εὐεργέτης Ἑλλήνων συνθετῶν καὶ Εὐρωπαϊκῶν ὀρχηστρῶν. Τελευταῖον μετὰ τῆς συμφωνικῆς ὀρχήστρας τῶν μαθητῶν ἐκ Marburg ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ ἦν.

Ἐν τῷ θέρει τοῦ αὐτοῦ ἔτους ἐπεσκέψατο ἡμᾶς ἡ νεανικὴ συμφωνικὴ ὀρχήστρα τοῦ Schleswig-Holstein ὑπὸ Hajo Jobs μετὰ ἑξήκοντα πέντε μελῶν. Ἔτει 2005 ἀρχομένου Αὐγούστου τὸ τέταρτον εἰς τὸ Ἑλληνικὸν Εἰδύλλιον ἀφίκοντο. Φθινοπώρου δὲ 1991 ἔτι χορωδία τις μετὰ ὀρχήστρας ἐξ Oldenburg ἐξενίσθη· τὰ ὀγδοήκοντα μέλη ἐνταῦθα τὰς μελέτας μετ' ἀρχαιολογικῶν ἐπισκέψεων καὶ συναυλιῶν ἐποιοῦντο. Οὕτως ἐγένετο, ὥστε ἐν τῇ αἰθούσῃ τῆς Φιλαρμονικῆς τοῦ Αἰγίου τὸν βυζαντινὸν ὕμνον "Τῇ Ὑπερμάχῳ" ἐπεδείξαντο, ὃν ὁ συνθέτης Νίκος Βουτσῖνος ἰδίως δι' ὀρχήστραν καὶ χορωδίαν ἐξειργάσατο. Ὅ τε συνθέτης καὶ ὁ ἐπίσκοπος τοῦ Αἰγίου παρῆσαν τῇ συναυλίᾳ. Μεγίστη ἐπιτυχία ἦν· οἱ πολλοὶ ἀκροαταὶ ἐξεπλάγησαν.

Ἔτει 1992 ἡ νεανικὴ συμφωνικὴ ὀρχήστρα τῆς Λειψίας μετὰ ἑκατὸν μελῶν ὑπὸ Ivan Ivanovits εἰς τὸ Ἑλληνικὸν Εἰδύλλιον ἀφίκετο. Τὸ ἀκρότατον τοῦ προγράμματος ἦν ἡ πρώτη ἐπίδειξις ἔργου δι' ὀρχήστραν, σοπράνο καὶ τενόρον, ὃ Νίκος Βουτσῖνος κατ' ἐντολὴν Ἀνδρέου Δρέκη συνέθηκεν. Τὸ ἀρχαῖον ἐπίγραμμα "Ὦ ξεῖν' ἀγγέλλειν Λακεδαιμονίοις..." (Ὦ ξένε, ἀγγέλλειν τοῖς Λακεδαιμονίοις ὅτι τῇδε κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι...), ὅπερ πρὸς τιμὴν τῶν Σπαρτιατῶν τῶν ἐν Θερμοπύλαις πεσόντων ἐγράφη, εἰς μέλος ἐποίησεν. Αἱ δύο πρῶται ἐπιδείξεις - πρὸ χιλίων πεντακοσίων ἀκροατῶν - ἐν τῷ μεσαιωνικῷ φρουρίῳ Χλεμούτσι καὶ ἐν Σελιανιτίκοις ἐν τῇ πλατείᾳ παρὰ τῇ θαλάττῃ ἐγένοντο, παρόντος τοῦ Σπηλίου Σπηλιωτοπούλου.

Ἄνω

Ἡ κλασικὴ γλῶσσα, ἡ γραμματεία καὶ ἡ φιλοσοφία

Τὸ διεθνὲς δεκαπενθήμερον σεμινάριον "Ἀττικιστὶ διαλέγεσθαι, νοεῖν καὶ φιλοσοφεῖν" τὸ πρῶτον ἔτει 1993 ἐγένετο. Οὐδαμοῦ τοῦ κόσμου ἄλλο τοιοῦτον ἔργον ἐστίν, ἵνα ἡ ἀρχαία Ἑλληνικὴ γλῶσσα καὶ τὰ πνευματικὰ τῆς ἀρχαίας γραμματείας πάλιν ζῶσι! Διὸ αὕτη ἡ μοναδικὴ διανόησις καὶ πρόνοια Ἀνδρέου Δρέκη ἔτι καὶ νῦν θαυμάζεται ὑπὸ πάντων τῶν τῆς ἀρχαίας παιδείας ἐραστῶν. Πολλοὶ μετέχοντες πάλιν ἔρχονται, ἐπειδὴ οὐδαμοῦ οὕτως ἐντόνως ταύτῃ τῇ γλώσσῃ συζῆν δύνανται. Τὸ σεμινάριον μένει τὸ ἴδιον εὐεργέτημα Ἀνδρέου Δρέκη.

Μέχρι 1995 τὸ ἔργον ὑπὸ τοῦ γερμανοῦ φιλολόγου Thomas Fuchs, ἀρίστου γνώστου τῆς Ἀρχαίας Ἑλληνικῆς, ἐγένετο. Διὰ πλουσίας ἐρεύνης λέξεων τὴν βάσιν ἐποίησεν, ἀττικιστὶ καὶ περὶ τοῦ νῦν βίου διαλέγεσθαι. Μετ' αὐτὸν ὁ φιλόλογος καὶ ἱστορικὸς Helmut Quack ἐκ Husum τὴν ἡγεμονίαν ἐδέξατο. Παρὰ τῇ ἀρχαίᾳ γραμματείᾳ καὶ τὴν νέαν ἠγάπα, καὶ ἐφιλεῖτο φιλοσοφικὰ θέματα ἐν τῷ μέσῳ τοῦ σεμιναρίου τιθέναι. Αὐτὸς ἐξελέγετο κείμενα πρόσφορα, ἃ ὑπὸ τῶν μετεχόντων ἀττικιστὶ ἀνεγιγνώσκετο, ἐξηγεῖτο καὶ ἐζητεῖτο. Οὕτως ἐν τῷ τῶν Μουσῶν κήπῳ ἐπὶ δύο ἑβδομάδας ἡ ἀττική γλῶσσα ἀκούεται διὰ πνευματικὰ ἀγαθά.

Helmut Quack ἑκάστοτε λόγον ἐποιεῖτο περὶ τοῦ θέματος τοῦ μαθήματος, οἷον περὶ τῆς Γκαίτε Ἑλληνικῆς ἐμπνεύσεως ἢ περὶ τῶν τῆς ὑστέρας ἀρχαιότητος θρησκειῶν καὶ τοῦ Χριστιανισμοῦ. Οἱ λόγοι καὶ τοῖς ἐπιχωρίοις ἐξ Αἰγίου καὶ Πατρῶν εἰσι καὶ γερμανιστὶ καὶ νεοελληνιστὶ γίγνονται. Ἐν τῷ τέλει δὲ οἱ μετέχοντες αὐτοὶ συγγράφουσι κείμενα ἀττικιστί, μάλιστα διαλόγους γελοίους, οὓς ἐν τῇ τελευτῇ τοῖς ἄλλοις ξένοις καὶ φίλοις τοῦ Ἑλληνικοῦ Εἰδυλλίου ὑποκρίνονται.

Ἔτει 1998 ὁ διεθνὴς "Ἀγὼν Ἀττικῆς" ὑπὸ Ἀνδρέου Δρέκη ἐκτίσθη. Ἐζητεῖτο δὲ βραχέα συγγράμματα περὶ φιλοσοφικοῦ ἢ λογοτεχνικοῦ θέματος, ἃ ἀττικιστὶ γεγράφθαι ἔδει. Helmut Quack καὶ ἄλλοι φιλόλογοι μετ' Ἀνδρέου Δρέκη τὰ κείμενα ἐξήταζον καὶ περὶ τῶν νικητῶν καὶ τῶν ἄθλων ἔκρινον. Οὗτος ὁ ἀγὼν ἐν τῷ προειρημένῳ σεμιναρίῳ ἐγένετο καὶ ὀκτὼ ἔτη διήρκεσεν, μέχρις οὗ ὑπὸ ἄλλων ἀγώνων ἠλλάχθη.

Ἐν τοῖς τελευταίοις ἔτεσιν ἐν τῷ κήπῳ διήμεροι λόγοι καὶ σεμινάρια καὶ συμπόσια ἐγένοντο, συμπραττούσης τῆς λογοτεχνικῆς ἐφημερίδος "Ὀμπρέλα", τοῦ συνδέσμου Ἑλλήνων συγγραφέων καὶ ἄλλων. Τὰ θέματα ἐκ τῆς γραμματείας, τῆς ποιήσεως καὶ τῆς κλασικῆς φιλοσοφίας περὶ ἀρχαίους καὶ νέους ποιητὰς ἦσαν, ὡς Σαπφώ, Ὅμηρον, Σεφέρην, Σικελιανόν, Καβάφην, Τάκην Ἀντωνίου. Συναυλίαι μετὰ ξένων ἐξ Ἀθηνῶν καὶ τῆς χώρας ἀεὶ μέρος τούτων τῶν ἔργων εἰσίν.

Ἀπὸ 2017 ὁ κλασικὸς φιλόλογος Florian Feicht τὸ σεμινάριον ἄγει. Ὁ δὲ Federico Aurora ἀπὸ Δεκεμβρίου 2023 ἔτι καὶ χειμερινὸν σεμινάριον Ἀρχαίας Ἑλληνικῆς ποιεῖται.

Ἄνω

Ἡ μουσική· συναυλίαι καὶ ἀγῶνες

Ἔτει 1995 ἐν τῇ Περιστέρᾳ παρὰ τῷ Χελμῷ, οὗ ἡ Στὺξ πηγή ἐστιν, τὸ πρῶτον ποιμενικὴ συμφωνικὴ συναυλία παρεσκευάσθη. Ἔπαιξεν ἡ νεανικὴ ὀρχήστρα τοῦ Schleswig-Holstein μετὰ ἑβδομήκοντα μελῶν, ἣ τότε ἤδη τὸ δεύτερον ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ ἐξενίσθη. Οἱ νέοι μουσικοὶ καὶ μέρη τοῦ "Ἄξιόν ἐστι" τοῦ Μίκη Θεοδωράκη ἡρμήνευσαν. Ταῦτα τὰ ἤδη δέκα ἔτη γιγνόμενα "Ποιμενικὸν Φεστιβάλ" ἐκλήθησαν. Σκοπὸς τούτου ἐστίν, τὴν κλασικὴν μουσικὴν εἰς τὰ Ἑλληνικὰ ὄρη φέρειν, ἵνα τοῖς μουσικοῖς καὶ τῷ κοινῷ ἰδίαν ἀκρόασιν παρέχῃ, ἐν πηγῇ ἐμπνεύσεως ἐν μέσῃ τῇ φύσει. Ὑπὸ τῇ σελήνῃ, ὑπὸ ταῖς πλατάνοις τῆς πλατείας ἐν χιλίοις διακοσίοις μέτροις ὕψους, ἔπαιζον οἷον τῇ 31. Ἰουλίου 2004 οἱ ὀγδοήκοντα μουσικοὶ τῆς νεανικῆς ὀρχήστρας ἐκ Singen, οἳ ἤδη πρῶτα ἆθλα ἐν Εὐρωπαϊκῷ ἀγῶνι ὀρχηστρῶν ἔλαβον.

Ἓν τῶν σπουδαιοτάτων γεγονότων ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ ἦν ὁ ἔτει 2002 ὑπὸ Ἀνδρέου Δρέκη προκηρυχθεὶς διεθνὴς ἀγὼν συνθέσεως· μέρη τῶν Πινδάρου ἐπινίκων ἔδει δι' ᾠδὴν καὶ ὀρχήστραν εἰς μέλος ποιεῖσθαι. Ὁ ἀρχαῖος ποιητὴς τὸ ἔργον τοῖς νικηταῖς τοῦ πεντάθλου ἀνέθηκεν, ὃ ἐν Νεμέᾳ, Ὀλυμπίᾳ, Δελφοῖς καὶ Ἰσθμίᾳ ἐγίγνετο. Ἡ ἀπόκρισις μεγάλη ἦν· εἴκοσι εἷς συνθέται ἐξ ἕνδεκα χωρῶν μετέσχον. Τὰ ἕνδεκα ἄριστα ἔργα ἐτιμήθησαν, ἐν οἷς καὶ τὸ τοῦ καθηγητοῦ Νίκου Κωνσταντινίδου (Λουϊζιάνα, ΗΠΑ). Τὸ αὐτοῦ μέλος ὑπὸ τῆς συμφωνικῆς ὀρχήστρας τοῦ Στρασβούργου, ἣ Ἰουλίου 2003 ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ ἦν, ἐν τέτταρσι πόλεσιν Ἑλλάδος ἐπαίχθη.

Σεπτεμβρίου δὲ τοῦ αὐτοῦ ἔτους χορωδία τις ἐκ Μελίτης ἀφίκετο καὶ ἡρμήνευσε - μετὰ κλειδοκυμβάλου - τὸ μέλος τῆς πάλης, ἐκ τῆς συνθέσεως τοῦ ἄγγλου νικητοῦ Andrew March. Ὁ τόπος ἦν τὸ ἀρχαιολογικὸν μουσεῖον τοῦ Αἰγίου, παρόντων τοῦ συνθέτου καὶ τοῦ δημάρχου. Ἔτει 2004 καὶ ἄλλο τι τιμηθὲν ἔργο ἐδείχθη, τὸ τοῦ συνθέτου Σπύρου Μάζη. Ἔπαιξεν ἡ νεανικὴ ὀρχήστρα καὶ ἡ χορωδία ἐκ Meran τῆς Ἰταλίας ὑπὸ Richard Sigmund, τῇ 21. Αὐγούστου ἐν τῷ ἀρχαίῳ θεάτρῳ τοῦ Ἄργους, τῇ 23. Αὐγούστου ἐν τῷ ἀρχαίῳ θεάτρῳ τῶν Οἰνιαδῶν καὶ τῇ 26. Αὐγούστου ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ. Μεγίστη ἀκμὴ ἦν τοῖς τε ἑρμηνευταῖς καὶ τῷ κοινῷ.

Ἔτι δὲ δεῖ λέγειν ὅτι τὰ μέλη τῶν κριτῶν τοῦ ἀγῶνος ἦσαν Werner Schulze, καθηγητὴς ἐν Βιέννῃ, Alois Springer μουσουργὸς ἐκ Γερμανίας καὶ ὁ Ἕλλην μουσουργὸς Ῥαφαὴλ Πυλαρινός.

Πολλοῖς νέαις εὐφυΐαις Ἑλληνικαῖς καὶ ξέναις καιρὸς ἐδόθη, ἐν συναυλίαις ἢ ὡς σολίσταις μετὰ τῶν ἡμετέρων ὀρχηστρῶν ἐμφανίζεσθαι. Ἐν τούτοις ἦσαν θαυμαστὰ παιδία ὡς ἡ ὀκταέτης Sophie Moser, ὁ ἑνδεκαέτης Werner Schnitzer καὶ ἡ πεντεκαιδεκαέτης Konstanze Ziemann - πρῶτα καὶ δεύτερα ἆθλα τοῦ γερμανικοῦ ἀγῶνος "Jugend Musiziert" ἐν βιολίῳ, ἡ δὲ τρίτη ἐν κλειδοκυμβάλῳ. Ἐκ δὲ Ἑλλάδος νικηταὶ διεθνῶν ἀγώνων μετέσχον, ὡς Βασίλειος Βαρβαρέσος, Μαριάννα Κατερέλου, Βίκυ Γιαννούλα καὶ Μάριος Καζᾶς - πάντες σολίσται κλειδοκυμβάλου. Ἔτει 2004 ἔπαιξε τὸ τρισκαιδεκαέτης Arsenis Selalmasithis ἐκ Πατρῶν ἔργα Paganini καὶ τὸ τοῦ Mendelssohn.

Τὸ Ἑλληνικὸν Εἰδύλλιον μέχρι νῦν πλείους ἢ ἑκατὸν ὀρχήστρας καὶ χορωδίας ἐξένισε καὶ πλείους ἢ τετρακοσίας συναυλίας - ὑψηλῆς ποιότητος - ἐν διαφόροις πόλεσι γέγοναν. Ἡ τῶν ἀκροατῶν σπουδὴ ἐν Πάτραις, Αἰγίῳ, Ἀκράτᾳ, Μεσολογγίῳ, Μετοχίῳ, Ναυπάκτῳ, Γαλαξιδίῳ, Ἀμφίσσῃ, Πύργῳ, Ἀμαλιάδι, Λεχαινοῖς, Ὀλυμπίᾳ, Ξυλοκάστρῳ, Λουτρακίῳ, Κορίνθῳ, Ἄργει, Ἀθήναις καὶ Κεφαλληνίᾳ μεγάλη ἦν. Ἐν πάσαις σχεδὸν ταύταις ἡ εἴσοδος ἐλευθέρα ἦν.

Ἄνω

Τὰ παρελθόντα ἔργα

Αὐγούστου 2004 ἐδείχθη - ὑπὸ τοῦ Opera Studio Meran (Ἰταλία) ὑπὸ Richard Sigmund - ἡ ὄπερα "Ὀρφεὺς καὶ Εὐρυδίκη". Τόποι ἦσαν τὰ ἀρχαῖα θέατρα τοῦ Ἄργους καὶ τῶν Οἰνιαδῶν καὶ τέλος ὁ κῆπος τοῦ Ἑλληνικοῦ Εἰδυλλίου, παρόντων τετρακοσίων ἀκροατῶν. Ἡ ὀρχήστρα ἐβοηθήθη ὑπὸ ἐπαγγελματιῶν ὑποκριτῶν. Τοῦτο τὸ γεγονὸς μετὰ ἑκατὸν δρώντων ἔτι καὶ νῦν ἐν μνήμῃ ἡμῖν ἐστιν!

Walter Kämpfel ἦν εἷς τῶν διεθνῶν μουσουργῶν - ἤδη τὴν Φιλαρμονικὴν τοῦ Βερολίνου καὶ τὴν τοῦ Τόκιο ἐμούσουργεν -, ὃς ἔτει 2003 ἐπὶ μίαν ἑβδομάδα τὸ Ἑλληνικὸν Εἰδύλλιον ἐπεσκέψατο. Σεπτεμβρίου 2005 πάλιν παρ' ἡμῖν ἦν μετὰ τῆς ὀρχήστρας Bavarian Classics ἐκ Μονάχου καὶ ἡρμήνευσεν ἔργα Mozart.

Ἔτι δὲ ἔργο τι νέας ὁρμῆς τοῦ Werner Schulze (συνθέτου καὶ καθηγητοῦ) τῇ 22. Αὐγούστου 2005 ἐν τῷ κήπῳ τὸ πρῶτον ἐδείχθη. "Ἀγχιβασίη - Ἡ φιλοσοφία ὡς Μοῦσα", ἐμπνευσθεῖσα ἐκ τῶν τοῦ Ἐμπεδοκλέους καὶ Ἡρακλείτου κειμένων, ἐπαίχθη ὑπὸ τοῦ Dithyrambos ἐκ Βιέννης. Ὁ συνθέτης παρῆν. Πρὸ δὲ τῆς ἐπιδείξεως ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ παρόντος τοῦ τῆς Αὐστρίας πρέσβεως λόγος ἐγένετο περὶ τῆς "κρυπτῆς ἁρμονίας", περὶ τῶν τοῦ Ἡρακλείτου καὶ τοῦ Πλάτωνος Τιμαίου.

Ὁ τόπος συμβιώσεως Ἑλληνικὸν Εἰδύλλιον ἔτει 2005 ἀγῶνα "Ἀγὼν Ἀρετῆς" ἐποίησεν, ὃς τὴν ἀρχαίαν Ἑλληνικήν, τὴν φιλοσοφίαν καὶ τὴν καλλιτεχνικὴν δημιουργίαν συνάπτειν ἔδει. Σκοπὸς ἦν ἡ σπουδὴ τοῦ Ἑλληνικοῦ πολιτισμοῦ τοῖς νέοις.

Ἀπὸ 15. Σεπτεμβρίου μέχρι 2. Ὀκτωβρίου 2010 ὁμὰς ᾠδῆς ἐκ Βερολίνου καὶ Λειψίας ἐπὶ δύο ἑβδομάδας ἐνταῦθα ἦν. Ἐμελέτων δὲ ἐν τῷ κήπῳ τὴν τοῦ Mozart ὄπεραν "Οἱ γάμοι τοῦ Φίγκαρο". Τῇ 2. Ὀκτωβρίου 2010 ἡ πρώτη ἐμφάνισις ἐπὶ τῆς ἡμετέρας σκηνῆς ἐγένετο. Τὸ κοινὸν ἐξεπλάγη, ὅτι τοῦτο οὐδὲν τῶν μεγίστων οἴκων ᾠδῆς ἔλαττον ἦν.

Μετὰ δὲ ταῦτα ἡ Sing Akademie Niedersachsen μετὰ ὀρχήστρας καὶ χορωδίας ἀφίκετο. Ἡ ὁμὰς ἑκατὸν τριάκοντα μελῶν "Canto General" τοῦ Μίκη Θεοδωράκη ὑπὸ Claus Ulrich Heinke ἡρμήνευσαν. Τοῦτο ἐγένετο πρὸς τιμὴν τοῦ συνθέτου (85 ἐτῶν) ἐν τῷ πανεπιστημίῳ τῶν Πατρῶν καὶ ἐν Δερβενίῳ. Ἡ παρουσία τοῦ συνθέτου αὐτοῦ μεγίστη ἐμπειρία καὶ ἐπιτυχία ἦν.

 

 

Ἱστορία καὶ ἀκμαὶ τοῦ Ἑλληνικοῦ Εἰδυλλίου

Ἐτήσιοι ἀπολογισμοὶ ἀπὸ 2011


2011

Καὶ ἔτει 2011 σπουδαῖα ἔργα ἐγένετο. Μάλιστα δὲ ἡ πρώτη ἐπίδειξις τῆς ὄπερας "Ἑλίκη Ἀθάνατος" ἐν τῷ τοῦ Αἰγίου πολιτιστικῷ κέντρῳ τῇ 26. Μαρτίου. Ἡ δὲ ἀοιδὸς Μαρία Κανελλοπούλου μετὰ ὀρχήστρας ἐκ Φινλανδίας (Vanaa) τὸ τῆς Σαπφοῦς μέλος "φαίνεταί μοι κῆνος ἴσος θέοισιν" ᾖσε, καὶ τὸ τέλος "Ἑλίκη Ἀθάνατος" ἐν τῇ νέᾳ Ἑλληνικῇ ὑπὸ Ἀνδρέου Δρέκη. Τὸ δὲ μέλος ἐποίησεν Hermann Rechberger ὁ μουσουργὸς ἐλλόγιμος. Ἔτι δὲ τὸ τρίτον τὴν τῶν νεανίσκων ὀρχήστραν ἐκ Neckarsulm (90 μέλη) ἐδεξάμεθα, καὶ σεμινάριον ᾠδῆς τῷ Ἰουλίῳ καὶ Αὐγούστῳ.

2012

Τὸ ἔτος 2012 τῷ Μαΐῳ ἤρξατο μετὰ τοῦ θεάτρου "Oneiron Chorotheatama" (Ὄνειρον Χοροθεάταμα) ἐκ Jakarta (Ἰνδονησία). Τῷ δὲ Ἰουλίῳ ὀρχῆστραι ἐκ Rheintal καὶ Will (Ἑλβετία) παρ' ἡμῖν ἦσαν, ὥσπερ καὶ ἡ ἐκ Λειψίας. Τῷ δὲ τέλει Ἰουλίου τὸ σεμινάριον "Ἀρχαία Ἑλληνικὰ λαλεῖν καὶ νοεῖν" ἐγένετο. Καὶ τὸ ἐννεακαιδέκατον ἔτος μάθημα ᾠδῆς μετὰ Jagna Sokorska Kwika ἐτελέσθη. Ἔτι δὲ πέντε νέα εὐεργετικὰ ἔργα ἐποιήσαμεν· τὸν "Ἀγῶνα Ἁρμονίας", τὸν "Μουσικὸν Ἔαρα", καὶ τὴν "Ἑλίκην Ἀθάνατον" πρὸς χορωδίας καὶ ὀρχήστρας. Νέον δὲ ἔργον τοῖς μαθηταῖς τῆς ἀρχαιολογίας ἐδόθη, οἳ δωρεὰν κατάλυμα εἶχον εἰ ἐν τῷ κήπῳ ἰπνὸν ἢ ἐλαιοτριβεῖον κατασκευάζοιεν. Καὶ συνεργασία μετὰ τῆς ἀρχαιολόγου Dora Katsonopoulou ἐγένετο.

2013

Πολλοὶ νέοι φιλόμουσοι καὶ ἔτει 2013 παρῆσαν. Ὀρχῆστραι ἐκ Schleswig-Holstein (Ἰούνιος), Böblingen (Ἰούλιος) καὶ Zürich (Ὀκτώβριος). Καὶ μαθηταὶ ἐκ τῶν σχολῶν Waldorf (Hagen καὶ Σουηδία). Μάλιστα δὲ ὁ πιανίστας Piotr Oczkowski τῇ 15. Ὀκτωβρίου ἐν Αἰγίῳ Chopin ἔπαιξεν.

2014

Ἔτος 2014 πάλιν μεστὸν ἔργων καὶ δημιουργικὸν ἡμῖν ἐγένετο. Τινὰ δὲ τῶν σπουδαιοτάτων ὑμῖν δηλῶσαι βουλόμεθα· ἀπὸ 15. μέχρι 26. Ἀπριλίου τοὺς παῖδας καὶ τοὺς νεανίσκους εἰς τὰς "Μουσικὰς Πασχαλινὰς ἀναπαύλας ἐν Ἑλλάδι" ἐδεξάμεθα. Ἐνταῦθα δὲ κλασικὴ μουσική δωματίου ἐμελετᾶτο.

Ἀπὸ δὲ τοῦ τέλους Ἰουλίου μέχρι τὰς ἀρχὰς Αὐγούστου πάλιν διδασκαλία τῆς ἀρχαίας Ἑλληνικῆς γλώσσης ἐν τῷ τῶν Μουσῶν κήπῳ ἐγένετο.

Ἔτι δὲ ἡ τῶν Βερολινέων ὀρχήστρα ἀκορντεὸν τιμηθεῖσα τῷ Αὐγούστῳ παρ' ἡμῖν ἐξενίσθη, ὥσπερ καὶ ἡ ἀρχαιοπρεπὴς ὀρχήστρα "ΛυρΑυλὸς" πρὸς ἑορτὴν 2500 ἐτῶν τῆς Ἑλληνικῆς μουσικῆς.

Πρὸς τούτοις δὲ ἐν τῷ κήπῳ ἡμῶν τὰς "Βάκχας" τοῦ Εὐριπίδου ἐσκηνῶσθαι τοῖς θεωροῖς ἐπεδείξαμεν.

Ἐγένοντο δὲ καὶ μαθήματα περὶ τὴν τοῦ κλειδοκυμβάλου μελέτην, καὶ ἑσπέραι ᾠσμάτων τε καὶ μελῶν, καὶ ἄλλαι θεατρικαὶ ἐπιδείξεις καὶ δημιουργικαὶ ὁμάδες καὶ οἰκογένειαι ἐν τῷ οἴκῳ ἡμῶν.

2015

Ἀρχομένου τοῦ ἔτους 2015 ἀπὸ 1. μέχρι 8. Μαρτίου ἑπτὰ καὶ εἴκοσι νέοι μουσικοὶ ἐκ τῆς κρατικῆς μουσικῆς σχολῆς τοῦ Ἁμβούργου παρ' ἡμῖν ἐξενίσθησαν. Πέντε δὲ συναυλίας ἐποίησαν ἔν τε τῷ Ἑλληνικῷ Εἰδυλλίῳ καὶ ἐν τοῖς πλησίον τόποις. Καὶ ἡ τῶν νεανίσκων ὀρχήστρα ἐκ Neckarsulm καὶ ἡ συμφωνικὴ ὀρχήστρα τοῦ AEG γυμνασίου ἐκ Böblingen πάλιν – τὸ τέταρτον καὶ τὸ ἕκτον – ἡμᾶς ἐπεσκέψαντο καὶ ἐμελέτων παρὰ τῷ Κορινθιακῷ κόλπῳ. Τῇ δὲ 4. Ἰουνίου σπουδαίαν συναυλίαν μετὰ ᾀσμάτων καὶ μελῶν καὶ ἀριῶν ἐν τῷ κήπῳ ἐθεασάμεθα. Πάντες δὲ παρῆσαν, ἀπὸ τῶν φιλομούσων ἰδιωτῶν μέχρι τῶν σπουδαίων μουσουργῶν. Μετὰ δὲ τῶν γνωρίμων μελῶν τοῦ Handel ἢ τοῦ Bach ἡ ἐπίδειξις εἶχε καὶ χριστιανικοὺς ὕμνους, καὶ Γερμανικὰ μέλη ἐκ τῶν παλαιῶν ταινιῶν καὶ ἄλλα πολλά. Μία δὲ τῶν μετεχουσῶν ἦν Beate Griesbeck ἡ ἀοιδός, ἣ παρὰ τοῖς "Regensburger Domspatzen" διδάσκει. Μαθήματα δὲ τῆς ἀρχαίας Ἑλληνικῆς γλώσσης καὶ φιλοσοφίας καὶ τούτῳ τῷ ἔτει πολλὰ ἐγένετο, οἷον ἀπὸ 15. μέχρι 29. Αὐγούστου. Ἔτι δὲ δι' ὅλου τοῦ ἔτους ὑπὸ πολλῶν ξένων μουσικῶς καὶ καλλιτεχνικῶς ἐβοηθούμεθα. Ἐξῆν γὰρ θεατρικοῦ μαθήματος ἢ σεμιναρίων ᾠδῆς ἢ καὶ γυμνασίας (Yoga) μετέχειν. Ἡδόμεθα δὲ ὅτι καὶ τούτῳ τῷ ἔτει δύο νέα εὐεργετικὰ ἔργα ἐποιήσαμεν· τὸ μὲν διὰ χορωδίας καὶ ὀρχήστρας, τὸ δὲ διὰ τὴν μουσικὴν καὶ πολιτιστικὴν συμβίωσιν τῶν μαθητῶν.

2016

Ἔτει 2016 πολλὰ ἐγένετο ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ παρὰ τῇ θαλάττῃ. Πρὸς δὲ τὸ Πάσχα μαθήματα κλειδοκυμβάλου καὶ μουσικῆς δωματίου μετὰ Ellen Kaufmann καὶ Sam Hylton ἐδόθησαν. Ἔπειτα δὲ συναυλίαι ἐγένοντο ἔν τε τῷ Εἰδυλλίῳ καὶ ἐν τῷ τοῦ Αἰγίου πολιτιστικῷ κέντρῳ. Τῷ δὲ Μαΐῳ πάλιν τὴν τῶν νεανίσκων ὀρχήστραν ἐκ τοῦ Ἁμβούργου ἐδεξάμεθα, καὶ τῷ τέλει Ἰουλίου τὴν τῶν κιθαριστῶν ὀρχήστραν ἐκ Σαξονίας-Ἀνχάλτ. Τῷ δὲ Σεπτεμβρίῳ σεμινάριον ὑπὸ Sigrid Westenfelder καὶ Anja C. Deckenbach ἐγένετο περὶ τῆς τοῦ σώματος εὐεξίας. Καὶ ἡ ὀρχήστρα ἀκορντεὸν ἐκ Λειψίας "Johann Sebastian Bach" εἷς τῶν σπουδαιοτάτων ξένων ἦν. Ἔτι δὲ ταῦτα τὰ εὐεργετικὰ ἔργα εἰς τὸ μέλλον ἐποιήσαμεν· τὸν "Ἀγῶνα Ἁρμονίας 2016", τὴν τῆς ἀρχαίας Ἑλληνικῆς μελέτην, τὴν τῶν μαθητῶν καὶ καθηγητῶν ἀνταλλαγήν, καὶ τὴν ἐν κλασικῷ περιβάλλοντι μουσικήν.

2017

Τὸ ἔτος 2017 πάνυ εὐτυχὲς τῷ Ἑλληνικῷ Εἰδυλλίῳ ἐγένετο. Πολλοὶ γὰρ καὶ ποικίλοι δημιουργικοὶ λόγοι ἐν τῷ κήπῳ τῶν Μουσῶν ἐτελοῦντο. Ἀρχομένου δὲ τοῦ ἔτους σεμινάριον περὶ τὴν μουσικὴν δωματίου μετὰ βιόλας καὶ βιολίου ὑπὸ Kathrein Humbel-Bolz ἐδόθη. Ἅμα δὲ καὶ μάθημα τῆς ἀρχαίας Ἑλληνικῆς γλώσσης (Graecum-Intensivkurs) τοῖς μαθηταῖς πρὸς τὰς ἐξετάσεις ἐγένετο. Τῇ δὲ 20. Ἀπριλίου συναυλία ἐν τῷ Εἰδυλλίῳ καὶ τῇ 21. ἐν Αἰγίῳ ἐγένετο, ἐν ᾗ Svenja ᾖσε μέλη μετὰ Sam Hylton. Καὶ ἄλλα μαθήματα κλειδοκυμβάλου, ζωγραφικῆς, καὶ ἡ ἐπίσκεψις τοῦ "Conte Klavier Quartett" ἐκ τῆς Ἑλβετίας καὶ τῆς Βερολινέων ὀρχήστρας σπουδαιότατα ἦν. Μάλιστα δὲ ὁ διεθνὴς "Ἀγὼν Ἁρμονίας" ἐγένετο, ἐν ᾧ οἱ νικηταὶ "Σωκράτην ἐν τῷ Ἅδῃ" ἐποίησαν (Aliza Braser, Kathrin Breimayer, κ.ἄ. ἐκ Βιέννης). Καὶ τῷ Ἰουλίῳ ἡ διεθνὴς ἑβδομὰς μουσικῆς καὶ τὸ ἔργον "Μετὰ Πλάτωνος καὶ Σωκράτους φιλοσοφεῖν" ἡμᾶς ἐπετέρπει. Τῷ δὲ τέλει τοῦ ἔτους ᾠδὴ ὑπὸ Julianne Gredmaier καὶ Armin Kleinschmidt ἐγένετο, καὶ σεμινάριον "Χόρευε τὸν βίον" καὶ ἡ χορωδία ἐκ Σαξονίας.

2018

Τῷ δὲ ἔτει 2018 πλείστους ξένους ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ ἐδεξάμεθα καὶ ποικίλα σεμινάρια ἐγένετο. Τὸ ἔτος ἤρξατο μετὰ λαμπρᾶς συναυλίας Πρωτοχρονιᾶς· οἱ δὲ μουσικοὶ Peter Illavsky (βιολοντσέλο), Eva Weskamp (κλειδοκύμβαλον), Ina Theile (ὀξύαλος) καὶ ἡ τὰ γαλλικὰ ᾄσματα (Edith Piaf) ᾄδουσα ἐν τῷ τοῦ κήπου μουσικῷ περιβόλῳ καὶ ἐν τῷ τοῦ Αἰγίου δρυμῷ ἐμουσίζοντο. Ὁ δὲ "Ἀγὼν Ἁρμονίας" τὸ ἕκτον ἐτελεῖτο, σκοπὸν ἔχων τὴν τῆς φιλοσοφικῆς διανοίας καὶ τῆς καλλιτεχνικῆς δημιουργίας ἕνωσιν. Ἔδει δὲ τοὺς μετέχοντας ῥῆσίν τινα ἀρχαίου ποιητοῦ ἐκλέξαι καὶ ποίημα ἐν τῇ ἰδίᾳ γλώσσῃ γράψαι καὶ μελοποιῆσαι. Τῇ δὲ 8. Φεβρουαρίου ὁ ἐλλόγιμος πιανίστας Robert Leonardy παρ' ἡμῖν ἐξενίσθη· οὗτος γὰρ θαυμασίως Beethoven, Chopin καὶ Debussy ἔπαιξεν, ὥστε τοὺς θεωροὺς ἐκπλαγῆναι. Πολλὰ δὲ ἄλλα μουσικὰ καὶ καλλιτεχνικὰ τμήματα ἡμᾶς ἐπεσκέψαντο, οἷον ἡ πιανίστα Silvia Mansur-Curí, ἡ ζωγράφος Ulricke Strahl, ἡ θεατροπαιδαγωγὸς Christine Lidner, ὁ μουσουργὸς Thomas Wenk, καὶ ὁ διευθυντὴς Alois Springer. Ἔτι δὲ ἡ σχολὴ Rudolf Steiner ἐκ Βερολίνου, ἡ ὀρχήστρα τοῦ Carolinum γυμνασίου ἐκ Ansbach ὑπὸ Stephan Ubl, καὶ ἡ τῶν Βερολινέων ὀρχήστρα ἀκορντεὸν (40 μελῶν) ὑπὸ Vivien Müller παρῆσαν. Ἡ δὲ τοῦ Göttingen ὀρχήστρα δωματίου τὸ πέμπτον ἡμᾶς ἐπεσκέψατο καὶ συναυλίαν ἐν τῷ τοῦ Αἰγίου ὑπαιθρίῳ θεάτρῳ ἐποίησεν. Μάλιστα δὲ οἱ ἐκ Husum μαθηταὶ τὴν ὄπεραν "Ἑλίκη Ἀθάνατος" ὡς θέατρον ἀρχαϊστὶ ὑπὸ Claudia-Sabine Tietze ὑπεκρίναντο. Περὶ δὲ τὴν Ἑλίκην, ἥτις 14 χλμ ἀφ' ἡμῶν κεῖται, νέαι ἀνασκαφαὶ ἐγένοντο καὶ ἱερὸν τοῦ Ποσειδῶνος ἐξηυρέθη. Καὶ Jana Flüglistaler ἐν τῷ Graecum-σεμιναρίῳ ἓξ ἑβδομάδας τὴν ἀρχαίαν Ἑλληνικὴν ἔμαθεν. Τῷ δὲ Ἀπριλίῳ Miriam Vogt μάθημα ζωγραφικῆς ἐποίησε, καὶ οἱ μετέχοντες εἰς τὸν Τσιβλὸν καὶ εἰς τὸ τῆς Ἁγίας Τριάδος μοναστήριον ἐπορεύθησαν. Τὸ δὲ σεμινάριον "Ἀρχαία Ἑλληνικὰ λαλεῖν καὶ φιλοσοφεῖν" τὸ εἰκοστὸν ἕκτον ἔτος ἐτελέσθη. Ὁ δὲ Vladimir Novikov μάθημα "Cartoons" ἐποίησεν ἐμπνευσθεὶς ἐκ τῶν μύθων τοῦ Ἡρακλέους καὶ τοῦ Ὀδυσσέως. Καὶ ἄλλα πολλὰ μαθήματα, οἷον περὶ τὴν τοῦ διευθύνειν τέχνην, τὴν σαξοφώνου μελέτην καὶ τὴν Yoga, τὸ ἔτος ἐκόσμουν.

2019:

Ἔτει 2019 πολλοὺς ξένους ἐδεξάμεθα καὶ ποικίλα σεμινάρια ἐν τῷ τῶν Μουσῶν κήπῳ ἐγένετο. Ὁ δὲ "Ἀγὼν Ἁρμονίας" τὸ ἕβδομον ἐτελέσθη· τὸ μὲν πρῶτον βραβεῖον ἡ σχολὴ Waldorf ἐκ Göttingen ἔλαβε διὰ τὴν τοῦ Εὐριπίδου ῥήσεως ἑρμηνείαν, τὰ δὲ δεύτερα ἡ Michael Oak Waldorf ἐκ Νοτίου Ἀφρικῆς καὶ ἡ Szabad Waldorf ἐκ Οὐγγαρίας. Τρία δὲ μαθήματα Ἑλληνικῆς γλώσσης ἐδόθησαν· "Ἀρχαία Ἑλληνικὰ λαλεῖν καὶ φιλοσοφεῖν" (27 ἔτη), "Ἀρχαία καὶ Νέα Ἑλληνική" ὡς νέον εὐεργέτημα, καὶ "Νέα Ἑλληνικὰ τοῖς γραικισταῖς". Καὶ ἐκδρομαὶ εἰς Ὀλυμπίαν, Δελφούς, Πάτρας, Ἐπίδαυρον καὶ Ἑλίκην ἐγένοντο. Πολλὰ δὲ τμήματα νέων μουσικῶν παρῆσαν, οἷον τὸ ἐκ Friedberg ὑπὸ Volkhard Stahl, ἡ χορωδία ἐκ Elze ὑπὸ Jürgen Kruppa, ἡ Jazz ὀρχήστρα ἐκ Freiburg ὑπὸ Hans Clasen, καὶ ἡ τῆς Havelhöhe σχολῆς τάξις ἐκ Βερολίνου τὸ πέμπτον. Ἡ δὲ τοῦ Böblingen ὀρχήστρα ὑπὸ Stefan Bergtold τὸ ἕβδομον ἡμᾶς ἐπεσκέψατο· ἐν δὲ τῇ συναυλίᾳ ἡ Luisa Schwegler τὸ τοῦ Tschaikowsky βιολίου μέλος ἔπαιξεν. Καὶ ἡ Detmold μουσικὴ σχολὴ ὑπὸ Piotr Oczkowski πάλιν παρῆν. Ἡ δὲ Leonie Kruppa, ἡ Ellen Kaufmann καὶ ὁ Sam Hylton συναυλίας ἐποίησαν. Ἡ δὲ Justyna Reczeniedi, ἀοιδὸς ἐκ τῆς βασιλικῆς ὄπερας τῆς Πολωνίας, τὸ ὄγδοον ἡμᾶς ἐπεσκέψατο καὶ μέλη τοῦ Θεοδωράκη ᾖσεν. Ὁ δὲ Michael Grube συναυλίαν ἐν Αἰγίῳ ἐποίησεν. Πολλὰ δὲ μαθήματα ἐδόθησαν ὑπὸ Nathan Steinhagen (κλειδοκύμβαλον), Tomomi Okuno καὶ Martin Rotter (ὀρχηστρικὴ καὶ ἰαπωνικὴ μουσική), καὶ τῆς Belcanto Academy. Μάλιστα δὲ ἡ τοῦ Gluck ὄπερα "Ὀρφεὺς καὶ Εὐρυδίκη" ὑπὸ Richard J. Sigmund ἐν τῷ κήπῳ ἡμῶν ἐδείχθη. Καὶ ἄλλα πολλὰ δημιουργικὰ ἔργα τὸ ἔτος ἐκόσμουν.


Ἡ ἱστορία ἀπὸ 2019 ταχέως ἀνανεωθήσεται!

 

 

 

 

 

 

 

Ἄνω