Ἔργα
Ἔργα
↓Ἑλίκη ἀθάνατος
↓Περιγραφή
↓Περιγραφὴ τῶν σκηνῶν
↓Πραγμάτωσις τοῦ ἔργου
↓Ἔτι ὀπτικοακουστικά
Ἑλίκη ἀθάνατος
Ὀπτικοακουστικόν: www.youtube.com/watch?v=eaT20RSp4pw
Ἡ πρώτη διδασκαλία τοῦ ποιητικοῦ μέρους (libretto) ὡς δράματος ἐν τῇ ἀρχαίᾳ ἑλληνικῇ γλώσσῃ ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ τῇ ιδʹ τοῦ Ὀκτωβρίου τοῦ ἔτους ͵βεʹ (2015) ὑπὸ μαθητῶν τοῦ Γυμνασίου Husum.
Πρὸς τιμὴν τῶν νῦν ἀρχαιολογικῶν ἀνασκαφῶν περὶ τὴν τῷ ἔτει τξεʹ π.Χ. καταποντισθεῖσαν πόλιν Ἑλίκην, πλησίον τοῦ Αἰγίου.
Περιγραφή
Τὸ ποιητικὸν μέρος (libretto) τῆς μελοποιΐας Ἑλίκη ἀθάνατος ἄρχεται ἐν τῷ ἀρχαίῳ χρόνῳ τῇ ἱστορίᾳ ζεύγους τινὸς ἐραστῶν, Διοτίμας καὶ Κλεάνθους, οἳ τὴν τῆς πατρίδος αὐτῶν Ἑλίκης φθορὰν ὑπὸ σεισμοῦ τινος περιεγένοντο. Τὴν δραματικὴν μεταβολὴν παρέχει ἡ εἰς τὸν νῦν χρόνον μετάβασις, ἐν ᾧ ὁμὰς ἀρχαιολόγων ὑπὸ τῆς ἡγεμονίας τῆς ἀρχαιολόγου Δώρας τὴν καταποντισθεῖσαν πόλιν ζητεῖ. Αὕτη ἡ ζήτησις ὑπὸ ἑτέρου σεισμοῦ μὲν συγκλονεῖται, ἀλλ' ἐν τῇ αὐτῇ στιγμῇ μέρος τῶν ἐρειπίων τοῦ τοῦ Ποσειδῶνος ναοῦ καὶ τῆς πόλεως εἰς φῶς φέρει. Ἡ μελοποιΐα τελευτᾷ θριαμβευτικῇ ἑορτῇ πρὸς τιμὴν τῆς ἀρχαιολογίας, τῆς ἑλληνικῆς πατρίδος καὶ τοῦ ἀθανάτου ἔρωτος μετὰ χορῳδιῶν καὶ ἀρχαίων τε καὶ νέων ἑλληνικῶν χορῶν.
Περιγραφὴ τῶν σκηνῶν
Σκηνὴ γʹ: Ἐνταῦθα μέρος τι τῆς ἀρχαίας ξενίας ἐπιδείκνυται, εἰς ἣν τις διὰ φιλοσοφικῆς διαλέξεως εἰσάγεται, ἢ περὶ τοῦ τοῦ ἀνθρώπου ἔργου ἐν τῷ βίῳ πραγματεύεται. Πότερον δεῖ αὐτὸν μᾶλλον τῷ κοινῷ ἀγαθῷ ὑπηρετεῖν ἢ ταῖς ἰδίαις ἐπιθυμίαις; Τὰ ἐρωτήματα ἐν τῷ ἀέρι μένει.
Σκηνὴ δʹ: Τὸ ζεῦγος μετὰ τὸ συμπόσιον εἰς τὴν οἰκίαν αὐτῶν ἐπανέρχεται, ἣ ὑπὲρ τῆς πόλεως κεῖται. Νὺξ ἡσυχαία καὶ ἀστερόεσσά ἐστι καὶ ἀμφότεροι τὸν ἔρωτα αὐτῶν ᾄδουσιν. Ἐξαίφνης ἡ γῆ σείεται. Μεγίστη ταραχὴ γίγνεται. Διοτίμα καὶ Κλεάνθης τοῖς ἐν τῇ πόλει ἀνθρώποις βοηθεῖν βούλονται. Τοῦτο μέντοι ἀδύνατόν ἐστι, διότι ἡ πόλις ἅμα ὑπὸ τοῦ ὕδατος κατακλύζεται. Πάντες οἱ ἄνθρωποι καὶ αἱ οἰκίαι καταποντίζονται. Ἐκπλαγέντες καὶ λυπούμενοι ἐπὶ τῇ τῆς πατρίδος φθορᾷ καὶ ὀργιζόμενοι τῷ Ποσειδῶνι τὸν τόπον καταλείπουσιν.
Σκηνὴ εʹ: Ἐν τῇ πέμπτῃ σκηνῇ πάλιν εἰς τὸν νῦν χρόνον μεταβαίνομεν. Δώρα, ἡ ἀρχαιολόγος, καὶ οἱ τῆς πόλεως Αἰγίου ἐπίτροποι πάλιν συνήλθον, ἵνα περὶ τοῦ μέλλοντος τοῦ τῆς Ἑλίκης ἔργου διαλέγωνται. Ἡ κατάστασις χαλεπή ἐστι καὶ αἱ γνῶμαι διάφοροι, ὅτε Στέφανος, γεωλόγος καὶ ἐρασιτέχνης ἀρχαιολόγος ἐκ τῶν U.S.A., ἐξαίφνης μετὰ ἀρχαίου νομίσματός τινος εἰς τὴν συνεδρίαν εἰσπίπτει, ὃ ἐν τῷ τῆς καταποντισθείσης Ἑλίκης τόπῳ εὑρέθη. Ἐν αὐτῷ εἰσιν εἰκόνες τῆς τε τοῦ Ποσειδῶνος κεφαλῆς μετὰ τῆς λέξεως "Ἑλίκη" ἐν τῇ ἔμπροσθεν ὄψει, καὶ τῆς τριαίνης αὐτοῦ ἐν τῇ ὄπισθεν. Ἴσως ἐξ αὐτῆς τῆς Ἑλίκης; Νῦν μεγίστη ἐλπίς ἐστι τοῦ ταχέως τὴν ἀκριβῆ τῆς Ἑλίκης θέσιν εὑρεῖν!
Σκηνὴ Ϛʹ: Δώρα, Στέφανος καὶ οἱ συνεργάται αὐτῶν ἐν μέσῳ ἀνασκαφῆς μετὰ ἀρχαίων εὑρημάτων ἑστᾶσιν. Παραγίγνονται οἱ χορηγοὶ καὶ οἱ τῆς πόλεως Αἰγίου ἐπίτροποι, ἵνα τὰ νῦν εὑρήματα θεωρήσωσιν. Οἱ χορηγοὶ τὴν τῶν πολιτῶν ἀγανακτήσηιν δηλοῦσιν ἐπὶ τοῖς μέχρι νῦν οὐκ ἀξιολόγοις ἀποτελέσμασι καὶ τῇ ἀνυπομονησίᾳ αὐτῶν τὴν Δώραν πιέζουσιν, ᾗ ἡ Δώρα ἐρρωμένως ἀνθίσταται. Ἐν ταύτῃ τῇ στιγμῇ ἐξαίφνης ἡ γῆ πάλιν σείεται. Κραυγαὶ γίγνονται, τεῖχός τι συμπίπτει καὶ ὥσπερ θαῦμα ἀπροσδοκήτως κίονες τοῦ τοῦ Ποσειδῶνος ναοῦ φαίνονται. Θαυμάζοντες πάντες ὁμοῦ βοῶσιν: "Σεισμὸς μὲν τὴν Ἑλίκην ἔφθειρεν, σεισμὸς δὲ πάλιν εἰς φῶς ἤγαγεν!"
Σκηνὴ ζʹ: Ἑσπέρας τινὸς μετὰ τὸν σεισμόν, ἐπεὶ ἐν μέσῳ τῆς ἀνασκαφῆς ἀγάλματα καὶ μέρη τοῦ τοῦ Ποσειδῶνος ναοῦ ἀνεφάνησαν, ἑορτή τις ἐπὶ τῇ τῆς Ἑλίκης ἀνευρέσει γίγνεται. Ὀρχοῦνται καὶ δειπνοῦσιν, ἕως ἂν ζεῦγός τι, ὃ τῷ τῆς Διοτίμας καὶ Κλεάνθους ἐκ τοῦ ἀρχαίου χρόνου ἔοικεν, πρός τι ἀντικείμενον προσπταίσῃ. Ἀμφότεροι εἰς χεῖρας λαμβάνουσιν αὐτὸ καὶ θεωροῦσιν ὅτι ἀμφορεύς τίς ἐστιν, ἐν ᾧ ποιητικόν τι ἐρωτικὸν κείμενον ἐγκεχαραγμένον ἐστίν. Ἐκεῖνο τὸ ποίημα, ὃ Διοτίμα καὶ Κλεάνθης πρὸ δισχιλίων καὶ πεντακοσίων ἐτῶν ἐν τῷ ἀμφορεῖ ἐποίησαν. Πάντες οἱ παρόντες ξένοι θαυμάζοντες τὸν ἀμφορέα θεωροῦσιν. Τὸ ζεῦγος πᾶσι τὸ κείμενο μεγαλοφώνως ἀναγιγνώσκει. Πάντες βοῶσιν: "Ἑλίκη ἀθάνατος, Ἔρως ἀθάνατος"! Νῦν ἡ ἀρχαιολόγος Δώρα πάντας τοὺς τῆς πόλεως Αἰγίου ἐπιτρόπους καὶ τοὺς τοῦ Ἑλληνικοῦ Εἰδυλλίου ξένους καὶ τὸν ἰθύνοντα νοῦν αὐτοῦ καλεῖ, ἵνα νῦν δὴ μάλιστα κοινῇ τὴν μεγίστην εὐπραγίαν ἑορτάζωσιν.
Πραγμάτωσις τοῦ ἔργου
Ἀνδρέας Δρέκης, συγγραφὴ τοῦ διαλόγου (script) τοῦ ποιητικοῦ μέρους (libretto)
Dr. Franz Knappik, συγγραφὴ τῶν κειμένων τοῦ ποιητικοῦ μέρους ἐν τῇ ἀρχαίᾳ ἑλληνικῇ γλώσσῃ
Dr. Birger Hutzfeld, σκηνικὴ ἐπεξεργασία
Gabriele Muhl, σκηνοθέτις
Δώρα Κατσωνοπούλου, ἡγεμὼν τοῦ τῆς Ἑλίκης ἀνασκαφικοῦ ἔργου
Ἀκριβεστέρας πληροφορίας περὶ τῆς νῦν καταστάσεως τῶν τῆς Ἑλίκης ἀνασκαφῶν μανθάνετε ἐν τῇ ἰδίᾳ ἱστοσελίδι τοῦ ἀρχαιολογικοῦ ἔργου http://www.helikeproject.gr/
Ἔτι ὀπτικοακουστικά
Ἐπισκέψασθε καὶ τὸν ἡμέτερον Youtube-δίαυλον, ἵνα νέα ὀπτικοακουστικὰ θεάσασθαι δύνησθε.
Ἐν περιηγήσει εἰς τὰ πλησίον ὄρη ἔξεστι καλῶς μουσικὴν ποιεῖσθαι καὶ τὴν ἀκουστικὴν δοκιμάζειν.
Τὸ τῆς Σαπφοῦς ᾆσμα ἐκ τῆς μελοποιΐας Ἑλίκη ἀθάνατος - ἐνταῦθα ἐν παραστάσει ὑπὸ τῆς ἡγεμονίας τοῦ συνθέτου Herman Rechberger ἐν τῷ Πολυτεχνείῳ Αἰγίου τῇ κϚʹ τοῦ Μαρτίου τοῦ ἔτους ͵βαʹ (2011). Οἱ ἡμέτεροι ξένοι ἐκ Φινλανδίας παρασκευήν τινα διὰ μικρὰν ὀρχήστραν παίζουσιν, ᾄδει δὲ ἡ σοπράνος Μαρία Κανελλοπούλου.
Ἡ Μαρία Κανελλοπούλου ᾄδει τὸ ᾆσμα "Ποτάμι μέσα μου πικρό" τοῦ Θεοδωράκη.
Ὀρχεῖσθαι μετὰ τοῦ Ἀνδρέου
Συρτάκι ὄρχησις μετὰ τοῦ Ἀνδρέου ἐν τῷ ἡμετέρῳ τῶν Μουσῶν κήπῳ μετὰ τῶν ἤχων τῆς Νεανικῆς Συμφωνικῆς Ὀρχήστρας τῆς Μουσικῆς Σχολῆς Bemdorf Triestingtal ἐξ Αὐστρίας

























