-" ?> Projets - Philosopher en grec ancien

Projets

Philosopher en grec ancien     Chœurs, orchestres, groupes créatives

Programmes     Concours      Projet d'hiver      Impressions

Ἀττικιστὶ διαλέγεσθαι ἐν τῷ κήπῳ τῶν Μουσῶν
Παρακαλοῦμεν εἰς τὸ συναττικίζειν καὶ τὸ συμμελετᾶν τὸν τῶν ἀρχαίων Ἑλλήνων λόγον

21.07. - 04.08.2018

ΑΤΤΙΚΙΣΤΙ ΦΙΛΟΣΟΦΕΙΝ ΣΗΜΕΡΟΝ 2018

EN ΤΩΙ ΚΗΠΩΙ ΤΩΝ ΜΟΥΣΩΝ KΑΙ ΕΝ ΑΡΚΑΔΙΑΙ

TΕΡΨΙΣ ΤΩΝ ΤΗΝ ΑΤΤΙΚΗΝ ΦΩΝΗΝ ΔΙΔΑΣΚΟΝΤΩΝ, ΣΠΟΥΔΑΖΟΝΤΩΝ

ΚΑΙ ΝΥΝ ΤΟ ΦΙΛΟΣΟΦΕΙΝ TΙΜΩΝΤΩΝ!

Ἀττικιστὶ διαλέγεσθαι - ἕξ καί εἴκοσι ἔτη - ἐν τῷ κήπῳ τῶν Μουσῶν - καὶ τὸ πρῶτον ἐν τῇ Ἀρκαδίᾳ· 21. Ἰουλίου - 04. Αὐγούστου 2018

Ἀκμάζοντος τοῦ θέρους κατὰ τὸ σύνηθες φίλαι καὶ φίλοι μέν τινες φιλέλληνες ἐν τῷ καλουμένῳ κήπῳ τῶν Μουσῶν ἁθροίσονται ὡς συναττικίσοντες. Οὗτος δὲ ὁ κῆπος, μέγας καὶ ἐπίσκιος καὶ παραθαλάττιος ὤν, εὑρίσκεται ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ. Τοῦδε δὲ τοῦ ἔτους ἡ διδασκαλία γενήσεται καὶ ἐν τῷ κήπῳ καὶ ἐν κώμῃ τινι βουκολικῇ τῆς Ἀρκαδίας ἐγγὺς τῆς Στυγὸς πηγῆς. Κάλλιστοι οὖν ἔσονται οἱ διάλογοι πολλῶν καὶ ἄλλων φιλελλήνων τῶν λόγων μετεχόντων.
∆ιὰ μὲν οὖν τοῦτο παρακαλοῦμεν πάσας καὶ πάντας ὑμᾶς ἐκ πάσης τῆς οἰκουμένης, αἳ/οἳ χαίρετε τῇ τῶν ἀρχαίων σοφίᾳ καὶ τοῖς λόγοις αὐτῶν, προσελθόντες συνδιαλέγεσθαι ἡμῖν. Ποία δὲ γενήσεται ἡ διδασκαλία; ∆ὶς τοι τῆς ἡμέρας ἐν τόπῳ χαρίεντι συλλεγόμεθα καὶ ἀναγιγνώσκομεν γράμματα ἀξιώτατα τῶν ἀρχαίων ἐξηγούμενοι αὐτὰ κατὰ τὸ ἔθος τῶν φιλολόγων καὶ φιλοσοφούμενοι περὶ τῶν νοημάτων αὐτῶν.
Οὐδενὶ δὲ ἀνάγκη ἔσται ἐξ ἀρχῆς ἀττικιστὶ ὥσπερ Γοργίας μακροὺς λόγους προφέρειν. Ἔξεστι γὰρ παντὶ τὸ πρῶτον μόνον ἀκροατὴς γενέσθαι. Ἀλλὰ ταχέως ὄψεσθε ὡς ῥαδίως ταῖς τῶν ἀρχαίων Ἑλλήνων λέξεσιν διαλεγόμεθα. Μελέτη γὰρ τὸ πᾶν, ὥς φησι Περίανδρος.
Ἡ δὲ ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διαγωγὴ οὐ μονον ἐκ διαλόγων σύγκειται, ἀλλὰ καὶ ἄλλα γένοιτο ἄν πολλά. Πολλάκις γὰρ μουσικοί τε καὶ ἄλλοι τινὲς παιδείαν τιμῶντες ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διατρίβουσιν, ὥστε συναυλίαι καὶ ἀκροάσεις τινὲς γίγνονται ἑσπέρας. Καὶ οἷόν τε ἂν εἴη ἄλλον τόπον θεάσασθαι καὶ δρᾶμά τι ἐν ἀρχαίῳ τινὶ θεάτρῳ.
Ἐάν τι πλέον καὶ ἀκριβέστερον θέλητε μαθεῖν – περὶ μάλιστα τῆς νυκτερινῆς διαμονῆς καὶ τῶν δωματίων καὶ τῶν λοιπῶν – εἰκὸς ἄν εἴη ὑμᾶς ἐν καιρῷ πυθέσθαι τοῦ τῆς διδασκαλίας καθηγητοῦ

Κυρ. Florian Feicht
Schützenstraße 14
12165 Berlin
E-Mail: flofeicht@googlemail.com
Tel.: 0170-5835320

ἡ τιμὴ ἡ τῆς ἐν πολυκλίνοις δωματίοις διαμονῆς: διακόσια καὶ πεντήκοντα εὐρώ. ἡ τῆς διδασκαλίας τιμή: πεντήκοντα εὐρώ.
πυθέσθαι ἔξεστι καὶ τοῦ κτίστου καὶ κυρίου τοῦ Ἑλληνικοῦ Εἰδυλλίου καὶ ταύτην λαμπρῶς τὴν διδασκαλίαν χορηγοῦντος

Κυρ. Andreas Drekis
Hellenikon Idyllion
GR. -25100
Selianitika, Egion
info@idyllion.eu
Tel.: 0030/26910/72488
Mobil: 0030/6972/263/356

Berg Chelmos

Περιστέρα, κώμῃ τινι βουκολικῇ τῆς Ἀρκαδίας

Ἀττικιστὶ διαλέγεσθαι ἐν τῷ κήπῳ τῶν Μουσῶν
19.08 -02.09 2017

Parler et philosopher en grec ancien, aujourd'hui!

Voyagez en Grèce et renforcez vos connaissances de la Grèce antique. Quel ami de la Grèce ne serait pas tenté? Dans le monde entier, il ya seulement une opportunité de faire cela. Des étudiants internationaux se rassemblent ici dans un grand jardin au Golfe de Corinthe et découvrent à leur surprise qu'ils peuvent discuter et lire des textes en grec ancien.

Le séminaire, un projet d'Hellenikon Idyllion, a été offert par le créateur du centre Andreas Drekis en tant que cadeau pour les vingt ans du centre, en tant qu'opportunité particulißere pour les étudiants du grec ancien. Son hôtel héberge également des musiciens et artistes, dont les concerts et performances illuminent des soirées entières. Un court voyage pour visiter les lieux et une performance dans un ancien théâtre grec sont également possibles.

"Διακελεύομαι δή σοι πάλαι παρακεκλημένῳ τῆς τῶν λόγων ἀντέχεσθαι φιλοσοφίας. Καθάπερ γάρ ἐστι φυλακτικὸν σώματος ὑγίεια, οὕτω ψυχῆς φυλακτικὸν καθέστηκε παιδεία. Ταύτης γὰρ προηγουμένης οὐ πταίειν συμβήσεταί σοι περὶ τὰς πράξεις, ἀλλὰ σῴζειν ἁπάσας ὡς ἔπος εἰπεῖν τὰς ὑπαρχούσας σοι τῶν ἀγαθῶν κτήσεις. Χωρὶς δὲ τῶν εἰρημένων, εἰ τὸ τοῖς ὀφθαλμοῖς βλέπειν ἡδύ, τὸ τοῖς τῆς ψυχῆς ὄμμασιν ὀξυδορκεῖν ἐστι θαυμαστόν. Ἔτι δὲ ὥσπερ ὁ στρατηγός ἐστι σωτὴρ στρατοπέδου, οὕτω λόγος μετὰ παιδείας ἡγεμών ἐστι βίου". Letter from Aristotle to Alexander

Hellenikon Idyllion est situé au nord/ouest de Péloponnèse, à proximité d'Egion, une destination qui attire les grecs à cause de son ambiance calme et relaxante.

Disponible sont des chambres avec 3-4 lits pour les étudiants et de chambres doubles ou simple pour les adultes sur demande. Le prix pour l'hébergement et le cours s'élève À 300 EUR.

Κυρ. Florian Feicht
Schützenstraße 14
12165 Berlin
E-Mail: flofeicht@googlemail.com
Tel. 0170-5835320

 

ΑΤΤΙΚΙΣΤΙ ΦΙΛΟΣΟΦΕΙΝ ΣΗΜΕΡΟΝ 2017
EN ΤΩΙ ΚΗΠΩΙ ΤΩΝ ΜΟΥΣΩΝ ΟΣ
ΕΛΛΗΝΙΚΟΝ ΕΙΔΥΛΛΙΟΝ ΟΝΟΜΑ ΕΧΕΙ

ΑΓΩΝ KAI ΕΡΓΟΝ ΚΑΛΟΝ K'ΑΓΑΘΟΝ 2017
ΤΩΝ ΤΗΝ ΑΤΤΙΚΗΝ ΦΩΝΗΝ ΔΙΔΑΣΚΟΝΤΩΝ, ΣΠΟΥΔΑΖΟΝΤΩΝ 
ΚΑΙ ΝΥΝ ΤΟ ΦΙΛΟΣΟΦΕΙΝ TΙΜΩΝΤΩΝ 

Ἀκμάζοντος τοῦ θέρους κατὰ τὸ σύνηθες φίλαι καὶ φίλοι μέν τινες φιλέλληνες ἐν τῷ καλουμένῳ κήπῳ τῶν Μουσῶν ἁθροίσονται ὡς συναττικίσοντες. Οὗτος δὲ ὁ κῆπος, μέγας καὶ ἐπίσκιος καὶ παραθαλάττιος ὤν, εὑρίσκεται ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ.
Καλλίστη δὲ γενήσεται ἡ ἡμετέρα διδασκαλία πολλῶν καὶ ἄλλων φιλελλήνων τῶν λόγων μετεχόντων.
∆ιὰ μὲν οὖν τοῦτο παρακαλοῦμεν πάσας καὶ πάντας ὑμᾶς ἐκ πάσης τῆς οἰκουμένης, αἳ/οἳ χαίρετε τῇ τῶν ἀρχαίων σοφίᾳ καὶ τοῖς λόγοις αὐτῶν, προσελθόντες συνδιαλέγεσθαι ἡμῖν. Ποία δὲ γενήσεται ἡ διδασκαλία; ∆ὶς τοι τῆς ἡμέρας ἐν τόπῳ χαρίεντι τοῦ κήπου συλλεγόμεθα καὶ αναγιγνώσκομεν γράμματα ἀρχαῖα ἐξηγούμενοι αὐτά κατὰ τὸ ἔθος τῶν φιλολόγων.
Οὐδενὶ δὲ ἀνάγκη ἔσται ἐξ ἀρχῆς ἀττικιστὶ ὥσπερ Γοργίας μακροὺς λόγους προφέρειν. Ἔξεστι γὰρ παντὶ τὸ πρῶτον μόνον ἀκροατὴς γενέσθαι. Ἀλλὰ ταχέως ὄψεσθε ὡς ῥαδίως ταῖς τῶν ἀρχαίων Ἑλλήνων λέξεσιν διαλεγόμεθα. Μελέτη γὰρ τὸ πᾶν, ὥς φησι Περίανδρος.
Ἡ δὲ ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διαγωγὴ οὐ μονον ἐκ διαλόγων σύγκειται, ἀλλὰ καὶ ἄλλα γένοιτο ἄν πολλά. Πολλάκις γὰρ μουσικοί τε καὶ ἄλλοι τινὲς παιδείαν τιμῶντες ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διατρίβουσιν, ὥστε συναυλίαι καὶ ἀκροάσεις τινὲς γίγνονται ἑσπέρας. Καὶ οἷόν τε ἂν εἴη ἄλλον τόπον θεάσασθαι καὶ δρᾶμά τι ἐν ἀρχαίῳ τινὶ θεάτρῳ.
Τοῦδε δὲ τοῦ ἐνιαυτοῦ πρόκειται ἡμῖν ὡς ἀναγνωστέος Όμηρος μελετῶσι. Ὁ δὲ διδασκαλίαρχος ἐκλογὴν τινα κομψοτάτων στίχων τοῦ Όμήρου παρασχήσει.
Ἐάν τι πλέον καὶ ἀκριβέστερον θέλητε μαθεῖν - περὶ μάλιστα τῆς νυκτερινῆς διαμονῆς καὶ τῶν δωματίων καὶ τῶν λοιπῶν - εἰκὸς ἄν εἴη ὑμᾶς ἐν καιρῷ πυθέσθαι τοῦ τῆς διδασκαλίας καθηγητοῦ

Κυρ. Florian Feicht
Schützenstraße 14
12165 Berlin
E-Mail: flofeicht@googlemail.com
Tel. 0170-5835320

ἡ τιμὴ ἡ τῆς ἐν πολυκλίνοις δωματίοις διαμονῆς: διακόσια καὶ πεντήκοντα εὐρώ. ἡ τῆς διδασκαλίας τιμή: πεντήκοντα εὐρώ. πυθέσθαι ἔξεστι καὶ τοῦ κτίστου καὶ κυρίου τοῦ Ἑλληνικοῦ Εἰδυλλίου καὶ ταύτην λαμπρῶς τὴν διδασκαλίαν χορηγοῦντος

 

Odysseues in Hellenikon Idyllion

"Ulysses et les Sirenes", H. Dreiper, 1909

En haut


En haut