Ἔργα
Ἔργα
2003 2005 2010 2011 2016 2017 2018 2019
↓Ἀγὼν Ἁρμονίας
↓Προκήρυξις
↓Ἔργα
↓Κρίσις
↓Καταστατικὰ συμμετοχῆς
↓Ἐγγραφὴ καὶ προθεσμία
↓Βραβεῖα
Ἀγὼν Ἁρμονίας
Ἔργον καλόν κ'ἀγαθόν
Διεθνὴς ἀγὼν πρὸς προαγωγὴν τῆς ἀρχαίας ἑλληνικῆς γλώσσης καὶ τῆς κλασσικῆς φιλοσοφίας
Πρὸς τοὺς διευθυντὰς τῶν τμημάτων ἀρχαίων γλωσσῶν (ἐξαιρέτως τῆς ἀρχαίας ἑλληνικῆς), νέων γλωσσῶν, γερμανικῆς φιλολογίας, ἱστορίας, φιλοσοφίας καὶ τέχνης.
Προσκαλοῦνται μαθηταὶ (ἀπὸ 13 ἐτῶν περίπου) καὶ φοιτηταὶ (ἕως 28 ἐτῶν περίπου), οἳ ἐν ὁμάσι δύο ἢ τριῶν προσώπων συνεργάζεσθαι ὀφείλουσιν. Διὰ τὴν συμμετοχὴν οὐκ ἀναγκαῖόν ἐστιν ἀρχαία ἑλληνικὰ μανθάνειν ἢ μεμαθηκέναι. Ἀρκεῖ τὸ ἐνδιαφέρον δηλοῦν.
Ἡ Διεθνὴς Μουσικὴ καὶ Πολιτιστικὴ Ἑστία "Ἑλληνικὸν Εἰδύλλιον" ἐπὶ πολλὰ ἔτη ὑπὲρ τῆς διαπολιτισμικῆς ἀνταλλαγῆς ἵσταται. Ἀκολουθοῦντες τῷ ἡμετέρῳ ἀγῶνι ἀρχαίας ἑλληνικῆς "Ἀγὼν Ἀρετῆς" ἐν ἔτει 2005, τῷ διεθνεῖ ἀγῶνι μελοποιίας "Ἑλίκη Ἀθάνατος" ἐν ἔτει 2010 καὶ τῷ Ἀγῶνι Ἁρμονίας 2011, νῦν ἄλλον ἀγῶνα προκηρύσσομεν, οὗ σκοπός ἐστι τὴν κλασσικὴν ἑλληνικήν, τὴν φιλοσοφικὴν διάνοιαν καὶ τὴν μουσικοκαλλιτεχνικὴν δημιουργίαν συνάπτειν. Ἡμετέρα σπουδή ἐστι τὴν μελέτην τῆς ἀρχαίας ἑλληνικῆς γλώσσης καὶ τοῦ πολιτισμοῦ ἐντόνως προάγειν.
Ὁ ἀγὼν τρία κεχωρισμένα ἔργα προτίθησιν:
Ἔργον 1: Διαμόρφωσις βιντεοταινίας
Ἔργον 2: Συνηγορία ὑπὲρ τῆς μεγάλης σημασίας τῆς ἐκμαθήσεως τῆς ἀρχαίας ἑλληνικῆς γλώσσης
Ἔργον 3: Συνάντησις πρώην μαθητῶν τῆς ἀρχαίας ἑλληνικῆς
Τὸ δεύτερον καὶ τὸ τρίτον ἔργον ἐναλλὰξ αἱρετέα ἐστίν, ὅπερ οὐκ ἀποκλείει τὸ πάντα τὰ τρία ἔργα ἐξεργάζεσθαι. Τὰ ἔργα κεχωρισμένως κρίνονται καὶ βραβείοις τιμῶνται. Ἑκάστη ὁμὰς συμμετέχουσα μάλιστα ἓν βραβεῖον λαβεῖν δύναται.
Ἔργα
1. Διαμόρφωσις βιντεοταινίας (00:10 ἕως 05:00 λεπτά).
Ἐν ταύτῃ τῇ βιντεοταινίᾳ ἐμφανὲς γενέσθω, τίνα σημασίαν ἔχει ἡ ἐκμάθησις τῆς ἀρχαίας ἑλληνικῆς γλώσσης διὰ τοὺς ἀνθρώπους τῆς σήμερον. Οἷον· ὀξύνει τὴν διάνοιαν, ἐγείρει τὴν φαντασίαν, προάγει τὴν δημιουργικότητα κτλ. Ἀναφέρεσθαι ἔξεστιν εἰς ῥήσεις ἐπιφανῶν προσώπων ἢ μαθητῶν ἀρχαία ἑλληνικὰ μανθανόντων. Τύπος τις ὡρισμένος οὐ προγράφεται καὶ τοῖς συμμετέχουσιν ἐπιτρέπεται.
2. Συνηγορία ὑπὲρ τῆς μεγάλης σημασίας τῆς ἐκμαθήσεως τῆς ἀρχαίας ἑλληνικῆς γλώσσης (περίπου 0,5 σελίς).
Σκοπός ἐστι τὸ πλείονας νέους ἀνθρώπους προτρέπειν πρὸς τὴν ἐκμάθησιν τῆς ἀρχαίας ἑλληνικῆς γλώσσης, δι' ἧς καὶ ἡ ἄμεσος πρόσβασις εἰς τὴν πολιτιστικὴν κληρονομίαν τῆς ἑλληνικῆς ἀρχαιότητος ἀνοίγεται.
3. Συνάντησις πρώην μαθητῶν τῆς ἀρχαίας ἑλληνικῆς.
Σκέψασθε, πῶς δυνατὸν εἴη συνάγειν τοὺς ἅπαξ ἀρχαία ἑλληνικὰ μεμαθηκότας, οἳ δι' ἐτῶν μὲν οὐκέτι μελετῶσιν, ὅμως δὲ οὐδέποτε τὸ ἐνδιαφέρον τῆς γλώσσης ἀπέβαλον. Πῶς ἄν τις, ὅς ποτε Ὅμηρον, Πλάτωνα, Ἀριστοτέλην ἢ Ἐπίκουρον ἐν τῷ πρωτοτύπῳ ἀνέγνω καὶ μετὰ πάθους περὶ τούτων ἐφιλοσόφησε, γνωρίσειεν ἐν τοῖς πλησίον, ὅτι καὶ αὐτοὶ μαθηταὶ τῆς ἀρχαίας ἑλληνικῆς γλώσσης ἦσαν; Τίνας ἰδέας ἔχετε;
Κρίσις
Ἡ κρίσις (Jury) κρίνει τὰ πεμφθέντα ἔργα καὶ ἀπονέμει τὰ βραβεῖα καὶ τὰς διακρίσεις.
Ἡ κρίσις σύγκειται ἐκ τεττάρων προσώπων ἐκ διαφόρων εὐρωπαϊκῶν χωρῶν.
Ἰουλία Διαμαντοπούλου, καθηγήτρια κλασσικῆς φιλολογίας ἐν γυμνασίῳ, Ἀθῆναι
Florian Feicht, καθηγητὴς ἀρχαίων ἑλληνικῶν ἐν γυμνασίῳ, Χαϊδελβέργη
Δρ. Δώρα Κατσωνοπούλου, φιλόλογος τῆς κλασσικῆς ἑλληνικῆς καὶ ἀρχαιολόγος, διευθύντρια τῶν ἀνασκαφῶν τῆς καταπεποντισμένης ἀρχαίας πόλεως Ἑλίκης πλησίον τοῦ Αἰγίου
Barbara, Elisabeth Fink, Δρ. θεολογίας, πρώην βοηθὸς ἐν τῇ Φιλοσοφικῇ Σχολῇ τοῦ πανεπιστημίου Gerhard-Mercator ἐν Duisburg.
Ἀνδρέας Δρέκης, πρόεδρος τῆς κρίσεως καὶ εἰσηγητὴς τῆς ἰδέας, διευθυντὴς καὶ ἱδρυτὴς τοῦ Ἑλληνικοῦ Εἰδυλλίου ἐν Σελιανιτίκοις (Ἑλλάς)
Καταστατικὰ συμμετοχῆς
Ἡ ἀπόφασις τῆς κρίσεως τελεία ἐστὶ καὶ ἀνέκκλητος.
Οἱ συμμετέχοντες συναινοῦσιν, ὅπως τὰ ὀνόματα καὶ τὰ ἔργα αὐτῶν ἐν τῷ διαδικτύῳ δημοσιεύωνται.
Ἐγγραφὴ καὶ προθεσμία
Ἐγγραφὴ εἰς τὸν ἀγῶνα ἐν ὁμάσι δύο ἢ τριῶν προσώπων μετὰ δηλώσεως τῆς ἡλικίας καὶ τοῦ ἐπιπέδου τῶν γνώσεων ἕως τῇ 15ῃ Φεβρουαρίου 2016, δι' ἐπιστολῆς (E-Mail) πρὸς info@idyllion.eu
Αἱ ἐγγραφαὶ δι' ἐπιστολῆς βεβαιοῦνται.
Τὰ ἔργα (πολλὰ ἔργα καθ' ὁμάδα πέμπειν ἔξεστιν) πεμφθήτωσαν δι' ἐπιστολῆς, ἥτις σύνδεσμον (Link) πρὸς τὴν βιντεοταινίαν περιέχει, ἕως τῇ 30ῇ Ἀπριλίου 2016 τὸ μακρότατον.
Πλείονας πληροφορίας δίδομεν γραπτῶς ἢ τηλεφωνικῶς (0030 2103461034).
Βραβεῖα
Πάντων τῶν τριῶν ἔργων πρῶτα καὶ δεύτερα βραβεῖα ἀπονέμονται.
Πρῶτα βραβεῖα: Οἱ πρῶτοι νικηταὶ λαμβάνουσι δωρεὰν κατάλυσιν δύο ἑβδομάδων ἐν κοινῷ δωματίῳ (δίκλινον ἢ τρίκλινον) ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ μετὰ τῆς δυνάμεως συμμετέχειν ἐν τῷ σεμιναρίῳ "Ἑλληνιστὶ φθέγγεσθαι καὶ φιλοσοφεῖν" (ἀπὸ τῆς 13ης ἕως τῆς 27ης Αὐγούστου 2016), ἐὰν ἡ διαμονὴ ἐν τούτῳ τῷ χρόνῳ γίγνηται.
Δεύτερα βραβεῖα: Οἱ δεύτεροι νικηταὶ λαμβάνουσι δωρεὰν κατάλυσιν μιᾶς ἑβδομάδος ἐν κοινῷ δωματίῳ (δίκλινον ἢ τρίκλινον) ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ μετὰ τῆς δυνάμεως συμμετέχειν ἐν τῷ σεμιναρίῳ "Ἑλληνιστὶ φθέγγεσθαι καὶ φιλοσοφεῖν" (ἀπὸ τῆς 13ης ἕως τῆς 27ης Αὐγούστου 2016), ἐὰν ἡ διαμονὴ ἐν τούτῳ τῷ χρόνῳ γίγνηται.

























