Ἔργα
Ἔργα
2003 2005 2010 2011 2016 2017 2018 2019
↓Ἀποτελέσματα
248→ ↓Πρῶτα βραβεῖα
249→ ↓Εἰδικὰ βραβεῖα
250→↓Προκήρυξις
251→ ↓Προβλήματα
252→ ↓Κριταί
253→ ↓Ἐγγραφὴ καὶ προθεσμία
254→ ↓Βραβεῖα
255→ ↓Πᾶσαι αἱ λοιπαὶ συμμετοχαί
Τὸ Ἑλληνικὸν Εἰδύλλιον, τόπος μούσης καὶ πολιτισμοῦ, προκηρύσσει ἀγῶνα συνδέοντα τὴν ἀρχαίαν ἑλληνικὴν γλῶσσαν, τὴν φιλοσοφικὴν σκέψιν καὶ τὴν καλλιτεχνικὴν δημιουργίαν. Σκοπὸς δ' ἐστὶν ἡ προαγωγὴ τῆς μελέτης τῆς ἑλληνικῆς γλώσσης καὶ τοῦ πολιτισμοῦ.
Ἀποτελέσματα
Γνωμοδότησις καὶ βράβευσις ὑπὸ τῶν κριτῶν Werner Schulze (καθηγητοῦ ἐν τῷ Πανεπιστημίῳ τῆς Βιέννης), Helmut Quack (φιλολόγου ἐν Husum) καὶ Julia Diamantopoulou (φιλολόγου ἐν Ἀθήναις).
Ἡ πλῆθος καὶ ἡ ποιότης τῶν πεμφθέντων ἔργων ἡμᾶς ἐξέπληξεν. Εἴκοσι γὰρ καὶ ἓξ ἔργα ἐπέμφθησαν. Τὰ δὲ προβλήματα χαλεπὰ ἦν, ἐπεὶ ἔδει καὶ διάνοιαν ἔχειν καὶ καινότητα καλλιτεχνικήν. Ἀμφότερα δέ, τό τε κείμενον καὶ τὸν πίνακα, ὁμοίως εὖ ποιῆσαι δυσχερὲς ἦν. Διόπερ ἔδοξεν ἡμῖν πάντας τοὺς συμμετέχοντας βραβείοις τιμᾶν.
Ἡ πλῆρης γνωμοδότησις τῶν κριτῶν εὕρηται ἐνταῦθα.
Πρῶτα βραβεῖα
Kleoniki Rizou (ἐκ τῆς Kieler Gelehrtenschule), νικήτρια ἐν τῇ τάξει τῶν μαθητῶν

Τὸ ἐξηγητικὸν κείμενον ἔξεστιν ἀναγιγνώσκειν ὡς PDF.
John Rauthmann (ἐκ τοῦ Augustinus-Gymnasium Weiden), νικητὴς ἐν τῇ τάξει τοῦ ὅλου κειμένου ἀρχαϊστί

Τὸ ἐξηγητικὸν κείμενον ἔξεστιν ἀναγιγνώσκειν ὡς PDF.
Εἰδικὰ βραβεῖα
Nadine Steiner
|
Τὸ κείμενον ὡς PDF |
|
Maria Alexandra López Gabrielidis
Τὸ κείμενον ὡς PDF |
Eva Bottler
Τὸ κείμενον ὡς PDF |
Gerrit Kurzt
Τὸ κείμενον ὡς PDF |
Judith Hof
Τὸ κείμενον ὡς PDF |
Thomas Rosenhammer
Τὸ κείμενον ὡς PDF |
Eva Henke
Τὸ κείμενον ὡς PDF |
Maximiliane Berger
Τὸ κείμενον ὡς PDF |
Jörg von Alvensleben
Τὸ κείμενον ὡς PDF |
Cristina Rados
Τὸ κείμενον ὡς PDF |
Andrès Moulins
Τὸ κείμενον ὡς PDF |
Προκήρυξις
Ἀγὼν τῆς ἀρχαίας ἑλληνικῆς γλώσσης, τῆς κλασσικῆς φιλοσοφίας καὶ τῆς καλλιτεχνικῆς διαμορφώσεως
Τὸ Ἑλληνικὸν Εἰδύλλιον προκήρυσσει ἐν τῷδε τῷ ἔτει ἀγῶνα συνδέοντα τὴν ἀρχαίαν ἑλληνικὴν γλῶσσαν, τὴν φιλοσοφικὴν σκέψιν καὶ τὴν καλλιτεχνικὴν δημιουργίαν. Σκοπὸς δ' ἐστὶν ἡ προαγωγὴ τῆς μελέτης τῆς ἑλληνικῆς γλώσσης καὶ τοῦ πολιτισμοῦ.
Προσκαλοῦνται φοιτηταὶ καὶ μαθηταὶ ἀπὸ 16 ἐτῶν.
Προβλήματα / Ἔργα
1. Ἐκλέξατε ἀπόφθεγμά τι φιλοσοφικὸν ἐκ τῆς ἀρχαίας Ἑλλάδος!
(Μετὰ τοῦ ὀνόματος τοῦ φιλοσόφου)
2. Ἑρμηνεία
Τρόπος Α': Ἐξηγήσατε τὸ ἀπόφθεγμα γερμανιστί!
Τρόπος Β': Ἐξηγήσατε τὸ ἀπόφθεγμα ἀρχαϊστί!
α) Διὰ τί τοῦτο τὸ ῥητὸν ἐξελέξασθε καὶ τί σημαίνει;
β) Διὰ ποίας αἰτίας ἡ ἀρχαία ἑλληνικὴ γλῶσσα ἐπιτηδειοτάτη ἐστὶν εἰς τὸ δηλοῦν τὴν διάνοιαν τοῦ φιλοσοφικοῦ ἀποφθέγματος;
γ) "Μάταιόν ἐστι τὴν ἀρχαίαν ἑλληνικὴν γλῶσσαν μανθάνειν, ἐπεὶ αὕτη νῦν οὐκέτι λαλεῖται." Τί γιγνώσκετε περὶ τούτου; Ἡ ἐξήγησις (α-γ) μὴ πλείων ἔστω μιᾶς σελίδος.
δ) Διαγράψατε πίνακά τινα (poster) πρὸς ἐπίδειξιν τοῦ ἑλληνικοῦ ἀποφθέγματος!
Καὶ ἡ γερμανικὴ μετάφρασις τοῦ ἀποφθέγματος συμπεριλαμβανέσθω. Διαμορφώσατε τὸν πίνακα ἐν σχήματι DIN A4. Γράψατε τὸ ὄνομα ὑμῶν κάτω δεξιά. Ἡ διακόσμησις ἐλευθέρα ἐστίν. Ἔξεστι ζωγραφεῖν, κολλᾶν (collage) ἢ διὰ τοῦ ὑπολογιστοῦ σχεδιάζειν. Εἴτε μονόχρωμον εἴτε πολύχρωμον, εἴτε ὄρθιον εἴτε πλάγιον - ἡ φαντασία ὑμῶν ἀπεριόριστος ἔστω.
Κριταί
Ἡ κρίσις ὑπὸ τριῶν εὐρωπαίων διδασκάλων γίγνεται. Εἷς τῶν κριτῶν ἐστιν ὁ Werner Schulze, μουσουργός, ἐπιστήμων καὶ καθηγητὴς ἐν τῷ Πανεπιστημίῳ Μουσικῆς καὶ Παραστατικῶν Τεχνῶν τῆς Βιέννης. Ἡ κρίσις αὐτῶν τελεία ἐστὶ καὶ ἀνέκκλητος. Ἡ ἀξιολόγησις περιλαμβάνει τὴν φιλοσοφικὴν ἑρμηνείαν, τὴν σύνεσιν τῆς ἀρχαίας ἑλληνικῆς γλώσσης καὶ τὴν καλλιτεχνικὴν διαμόρφωσιν.
Τῇ συμμετοχῇ οἱ μαθηταὶ συγχωροῦσιν ἡμῖν χρῆσθαι τοῖς ἔργοις ἀπεριορίστως. Τὰ ὀνόματα τῶν νικητῶν ἐν τῷ διαδικτύῳ καὶ ἐν ταῖς ἐφημερίσι δηλωθήσεται.
Ἐγγραφὴ καὶ προθεσμία
Τὰ τοῦ ἀγῶνος ἔργα (ἑκάστῳ συμμετέχοντι ἓν μόνον ἔργον) πεμπέσθω μέχρι τῆς 30ῆς Ἰουλίου 2005.
Kyanis Aktis 20
25100 Selianitika
Ἑλλάς
E-Mail: hellenikon@idyllion.gr
Δηλούσθω τὸ ὄνομα, ἡ ἡλικία καὶ ἡ οἴκησις τοῦ συμμετέχοντος, ἔτι δὲ ἡ οἴκησις τῆς σχολῆς ἢ τοῦ πανεπιστημίου καὶ τὸ ὄνομα τοῦ διδασκάλου ἢ καθηγητοῦ. Οἱ φοιτηταὶ καὶ δεῖγμα τῆς ἐγγραφῆς αὐτῶν (Immatrikulationsbescheinigung) πεμπέτωσαν.
Βραβεῖα
Τὰ ἔργα ἐν δυσὶ τάξεσι (μαθητῶν καὶ φοιτητῶν) χωρὶς κρίνεται. Ἐν ἑκατέρᾳ τάξει διὰ τὰς ἑρμηνείας γερμανιστὶ ἢ ἀρχαϊστὶ τρία πρῶτα καὶ τρία δεύτερα βραβεῖα δίδοται. Πάντες οἱ συμμετέχοντες δίπλωμα λήψονται.
Οἱ ἄριστοι ἑκάστης τάξεως δωρεὰν διατριβὴν ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ δυσὶ προσώποις κερδαίνουσιν. Τοὺς ἓξ νικητὰς τῶν πρώτων βραβείων ἐπὶ δύο ἑβδομάδας, τοὺς δὲ ἓξ τῶν δευτέρων ἐπὶ μίαν ἑβδομάδα καλοῦμεν. Διὰ δὲ τοὺς συνοδούς, ἔλαττον τὸ τίμημα ἔσται κατὰ συμβόλαιον. Ἡ κατάλυσις ἐν δίκλινοις ἢ τρίκλινοις δωματίοις ἔσται.
Πᾶσαι αἱ λοιπαὶ συμμετοχαί
Carina Bachtl
Τὸ κείμενον ὡς PDF |
Christian Weber
Τὸ κείμενον ὡς PDF |
|
Eva Luetzleberger
Τὸ κείμενον ὡς PDF |
Josefine Burkhardt
Τὸ κείμενον ὡς PDF |
Julia-Binnberg
Τὸ κείμενον ὡς PDF |
Katharina Maiwald
Τὸ κείμενον ὡς PDF |
Mechtild Greves
Τὸ κείμενον ὡς PDF |
Raffaela Grossgesse
Τὸ κείμενον ὡς PDF |
Romy Leubner
Τὸ κείμενον ὡς PDF |
Stefan Holler
Τὸ κείμενον ὡς PDF |
Susanne Hemetsberger
Τὸ κείμενον ὡς PDF |


















































