Ἔργα
Ἔργα
2003 2005 2010 2011 2016 2017 2018 2019
↓Ἀγὼν Ἁρμονίας, ἀποτελέσματα
↓Πρῶτα βραβεῖα
↓Ἔκτακτον βραβεῖον
↓Τύπος
↓Ἀγὼν Ἁρμονίας
↓Προκήρυξις
↓Θέματα
↓Κριταί
↓Ὅροι συμμετοχῆς
↓Εἰσαγωγὴ καὶ προθεσμία
↓Βραβεῖα
Ἀγὼν Ἁρμονίας, ἀποτελέσματα
Πρῶτα βραβεῖα
Κλάρα Μεννιγχόφ (κείμενον) καὶ Γωσία Βορρέ (μουσική) ἐκ Γοττίγγης (Max-Planck-Gymnasium): Ὠιδὴ τοῖς φίλοις μετὰ τοῦ ῥητοῦ ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων/γίνεται, ὅ κεν ἑταῖρο ἐὼν πεπνυμένα εἰδῇ (Ὀδύσσεια, 8.585κ.)
Ἠχητικὸν ἀρχεῖον ὡς Download
Κείμενα καὶ παρτιτούρα ὡς Download

Ἰάνα Ρίττερ καὶ Λέα Βαλτοῦσσεν (κείμενον) καὶ Πέτρος Βόνδρα (μουσική) ἐκ Heilbronn (Freie kath. Schule St. Kilian): Ἐσμὲν μία ψυχὴ ἐν δυοῖν σώμασιν μετὰ τοῦ ῥητοῦ Ἐσμέν μία ψύχη ἐν δυοῖν σώμασιν (Ἀριστοτέλει ἀνατιθέμενον).
Ἠχητικὸν ἀρχεῖον ὡς Download
Κείμενα καὶ παρτιτούρα ὡς Download

Γεώργιος Ἔρμαν μετὰ τοῦ αὑτοῦ κύκλου μαθητῶν (κείμενον) καὶ Φόλκερ Χρίστ (μουσική) ἐκ Pirmasens (Immanuel-Kant-Gymnasium): Γλυκύμαλον μετὰ τοῦ στίχου Οἷον τὸ γλυκύμαλον ἐρεύθεται τῆς Σαπφοῦς (Frg. 105a LP).
Ἠχητικὸν ἀρχεῖον ὡς Download
Κείμενα καὶ παρτιτούρα ὡς Download

Ἔκτακτον βραβεῖον
Ἀγγελικὴ Φρανζκῆ καὶ Σάσκια Χέπερ (κείμενον καὶ μουσική) ἐκ Celle (Gymnasium Ernestium): Αἱ πλάναι τοῦ Ὀδυσσέως μετὰ παραθεμάτων ἐκ τῆς Ὀδυσσείας.
Ἠχητικὸν ἀρχεῖον ὡς Download
Κείμενα καὶ παρτιτούρα ὡς Download
Κείμενον περὶ τῆς σημασίας καὶ τῆς ἐκμαθήσεως τῆς ἀρχαίας ἑλληνικῆς γλώσσης ὡς Download

Τὴν αἰτιολόγησιν τῶν κριτῶν περὶ τῆς ἀπονομῆς τῶν βραβείων ἔξεστιν ἀναγιγνώσκειν ἐν τῷδε τῷ PDF.
Εἰ βούλεσθε πάντα τὰ πεμφθέντα ὁρᾶν, ἔξεστι καὶ τὴν παλαιὰν ἱστοσελίδα ἐπισκέπτεσθαι.
Τύπος
Ἄρθρα ἐκ Celle περὶ τοῦ ἐκτάκτου βραβείου τῶν μαθητριῶν Ἀγγελικῆς Φρανζκῆ καὶ Σάσκιας Χέπερ:
Ἄρθρον 1 Ἔκτακτον βραβεῖον
Ἄρθρον 2 Ἔκτακτον βραβεῖον
Ἄρθρον 3 Top ἐν τῇ ἀρχαίᾳ ἑλληνικῇ
Ἀγὼν Ἁρμονίας
Προκήρυξις διεθνοῦς ἀγῶνος πρὸς προαγωγὴν τῆς ἀρχαίας ἑλληνικῆς γλώσσης καὶ/ἢ τῆς κλασσικῆς φιλοσοφίας διὰ ποιητικῆς καὶ συνθέσεως
Πρὸς τοὺς διδασκάλους τῶν ἀρχαίων γλωσσῶν (μάλιστα τῆς ἀρχαίας ἑλληνικῆς), τῶν νέων γλωσσῶν, τῆς γερμανικῆς φιλολογίας καὶ τῆς μουσικῆς, ὡς καὶ ἄλλων τομέων οἷον τῆς ἱστορίας, τῆς φιλοσοφίας καὶ τῆς τέχνης
Προκήρυξις
Ἀξιότιμοι κύριοι καὶ κυρίαι,
νον ἐκ διαλόγων σύγκειται, ἀλλὰ καὶ ἄλλα γένοιτο ἄν πολλά. Πολλάκις γὰρ μουσικοί τε καὶ ἄλλοι τινὲς παιδείαν τιμῶντες ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διατρίβουσιν, ὥστε συναυλίαι καὶ ἀκροάσεις τινὲς γίγνονται ἑσπέρας. Καὶ οἷόν τε ἂν εἴη ἄλλον τόπον θεάσασθαι καὶ δρᾶμά τι ἐν ἀρχαίῳ τινὶ θεάτρῳ.
Πρὸ πολλῶν ἐτῶν τὸ διεθνὲς μουσικὸν καὶ πολιτιστικὸν κέντρον Ἑλληνικὸν Εἰδύλλιον ὑπὲρ τῆς διαπολιτιστικῆς ἀνταλλαγῆς ἐστιν. Συνεχίζοντες τὸν ἡμέτερον ἀγῶνα ἀρχαίας ἑλληνικῆς Ἀγὼν Ἀρετῆς ἐν τῷ ἔτει 2005 καὶ τὸν ἔναγχος γενομένον διεθνῆ ἀγῶνα συνθέσεως μελοδράματος 2010 Ἑλίκη Ἀθάνατος, προκηρύσσομεν νῦν ἄλλον ἀγῶνα, οὗ σκοπός ἐστι τὴν κλασσικὴν ἑλληνικήν, τὴν φιλοσοφικὴν διάνοιαν καὶ τὴν μουσικὴν δημιουργίαν συνάπτειν. Ἐν τούτῳ βουλόμεθα τὴν ἐνασχόλησιν μετὰ τῆς ἀρχαίας ἑλληνικῆς γλώσσης καὶ τοῦ πολιτισμοῦ πάλιν σφόδρα προτρέπειν. Προσκαλοῦνται μαθηταὶ ἀπὸ 15 ἐτῶν καὶ πρεσβύτεροι.
Θέματα
Ἔκλεξον ῥητόν τι ἢ στροφὴν ἀρχαίου τινὸς φιλοσόφου ἢ ποιητοῦ, μὴ πλέον τῶν 15 λέξεων μάλιστα.
Ποίησον μετὰ τούτου τοῦ ῥητοῦ ἢ τῆς στροφῆς ποίημα ἐν τῇ γερμανικῇ, ἀγγλικῇ, γαλλικῇ ἢ νέᾳ ἑλληνικῇ γλώσσῃ, ὅπερ τὸν νοῦν καὶ τὴν δύναμιν τούτου τοῦ ῥητοῦ ἀποδίδωσι καὶ προάγει. Ἐν τούτῳ δεῖ τὸ ῥητὸν ἢ τὴν στροφήν, καὶ εἰ δυνατόν, καὶ τὴν μετάφρασιν αὐτοῦ ἐν τῇ ἐπῳδῷ (refrain) κατὰ τὴν ἐρασμικὴν προφορὰν ἐπανέρχεσθαι.
Ζήτησον μουσικόν τινα ἢ συνθέτην (ἄνευ ἄλλων περιορισμῶν), ὃς τὸ σὸν ποίημα μελοποιήσει. Αὐτονόητον δ᾽ ἐστὶ καὶ αὐτὸν μελοποιεῖν. Ἡ μελοποίησις δύναται εἶναι ῥυθμικὴ-ὀρχηστική, κλασσικὴ ἢ ἐλευθέρα καὶ σύγχρονος.
Γράψον ἔκθεσιν (ὡς 400 λέξεων) περὶ τῶν κινήτρων, ἃ νῦν εἰσι πρὸς τὸ μανθάνειν τὴν ἀρχαίαν ἑλληνικήν, καὶ πῶς ἂν σὺ αὐτὸς ὑπὲρ τῆς ἐκμαθήσεως τῆς γλώσσης πείθοις.
Κριταί
Ἡ κρίσις σύγκειται ἐκ τεττάρων διδασκάλων ἐκ διαφόρων χωρῶν τῆς Εὐρώπης.
Βέρνερ Σούλτζε (Werner Schulze), συνθέτης, ἐπιστήμων καὶ καθηγητὴς ἐν τῷ Πανεπιστημίῳ Μουσικῆς καὶ Παραστατικῶν Τεχνῶν τῆς Βιέννης (Αὐστρία)
Ἑλμοῦτος Κουάκ (Helmut Quack), πρώην μέλος τοῦ συμβουλίου τοῦ γερμανικοῦ συνδέσμου κλασσικῶν φιλολόγων (DAV), ἱδρυτὴς κύκλου νέας ἑλληνικῆς ἐν τῷ DAV καὶ διδάσκαλος τοῦ σεμιναρίου Ἑλληνιστὶ φθέγγεσθαι καὶ φιλοσοφεῖν (Γερμανία)
Τάνια Σικελιανοῦ (Tania Sikelianou), βιολονίστρια καὶ συνθέτις (Ἑλλάς)
Λουλία Διαμαντοπούλου (Loulia Diamantopoulou), καθηγήτρια κλασσικῆς φιλολογίας (Ἑλλάς)
Πρόεδρος τῶν κριτῶν καὶ εἰσηγητὴς τοῦ σχεδίου ἐστὶν Ἀνδρέας Δρέκης.
Ὅροι συμμετοχῆς
Ἡ κρίσις τῶν κριτῶν ἐστι τελεία καὶ ἀνέκκλητος.
Ἡ ἀξιολόγησις περιλαμβάνει τὴν φιλοσοφικὴν ἑρμηνείαν ὡς καὶ τὴν μεταποίησιν τοῦ νοήματος εἰς ποίημα καὶ τὴν μουσικὴν διαμόρφωσιν. Τὰ ἀποτελέσματα τοῦ ἀγῶνος γνωσθήσονται ἐν τέλει τοῦ Σεπτεμβρίου 2011.
Τὰ ὀνόματα τῶν νικητῶν δημοσιευθήσονται ἐν τῷ διαδικτύῳ καὶ τῷ τύπῳ.
Εἰσαγωγὴ καὶ προθεσμία
Πρὸς συμμετοχὴν ἐν τῷ ἀγῶνι δήλωσον σαυτὸν ἕως τῆς 31ης Μαΐου 2011 διὰ τοῦ ὀνόματος, τῆς διευθύνσεως καὶ τοῦ σχολείου σου δι᾽ ἐπιστολῆς (E-mail) πρὸς hellenikon@idyllion.gr. Λήψῃ τότε βραχεῖαν βεβαίωσιν παρ᾽ ἡμῶν.
Τὰ ἔργα τοῦ ἀγῶνος (ἑκάστῳ συμμετέχοντι ἓν μόνον ἔργον) δεῖ πέμπειν ἐγγράφως ἕως τῆς 31ης Ἰουλίου 2011. Δεῖ τὸ ποίημα καὶ τὴν μελοποίησιν ἐν μορφῇ διασκευῆς πρὸς κλειδοκύμβαλον (Klavierauszug) τιθέναι εἰς τέτταρας φακέλους ἐπιγεγραμμένους μόνον τῷ σῷ ψευδωνύμῳ. Καὶ ἡ ἠχογράφησις τῆς μελοποιήσεως ἐν δίσκῳ (CD) δύναται ἐν τοῖς φακέλοις πέμπεσθαι. Τοὺς τέτταρας κεκλεισμένους φακέλους θὲς εἰς μείζονα φάκελον, ᾧ προσθήσεις φύλλον ἔχον τὸ σὸν ὄνομα, τὴν ἡλικίαν, τὴν διεύθυνσιν, τὴν διεύθυνσιν τοῦ σχολείου, τὸ ὄνομα τοῦ συνθέτου καὶ τὸ σὸν ψευδώνυμον. Χαίροιμεν ἄν, εἰ καὶ εἰκόνα σαυτοῦ καὶ τῆς σῆς τάξεως πέμψειας.
Τοῦτον τὸν φάκελον κλεῖσον καὶ πέμψον ταχυδρομικῶς πρὸς:
Hellenikon Idyllion
Andreas Drekis
Kyanis Aktis 20
GR - 25100 Selianitika
Βραβεῖα
Οἱ κριταὶ ἀξιολογοῦσι τὰ πεμφθέντα ἔργα κατὰ τὰ προειρημένα κριτήρια. Μετὰ ταῦτα δοθήσονται πρῶτον, δεύτερον καὶ τρίτον βραβεῖον ὡς καὶ ἔπαινοι.
1. Βραβεῖον: Ὁ/ἡ πρῶτος νικητὴς καὶ ὁ/ἡ συνθέτης λαμβάνουσιν ἑβδομαδιαίαν δωρεὰν διαμονὴν ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ, καὶ πᾶσα ἡ τάξις αὐτοῦ/αὐτῆς προσκαλεῖται ἐπὶ τέτταρας ἡμέρας ἐνθάδε δωρεὰν οἰκεῖν.
2. Βραβεῖον: Ὁ/ἡ πρῶτος νικητὴς καὶ ὁ/ἡ συνθέτης λαμβάνουσιν ἑβδομαδιαίαν δωρεὰν διαμονὴν ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ, καὶ πᾶσα ἡ τάξις αὐτοῦ/αὐτῆς προσκαλεῖται ἐπὶ τρεῖς ἡμέρας ἐνθάδε δωρεὰν οἰκεῖν.
3. Βραβεῖον: Ὁ/ἡ πρῶτος νικητὴς καὶ ὁ/ἡ συνθέτης λαμβάνουσιν ἑβδομαδιαίαν δωρεὰν διαμονὴν ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ, καὶ πᾶσα ἡ τάξις αὐτοῦ/αὐτῆς προσκαλεῖται ἐπὶ δύο ἡμέρας ἐνθάδε δωρεὰν οἰκεῖν.
Σκοπός ἐστι πάσῃ τῇ τάξει τὴν διαμονὴν ἐν τοῖς ἡμετέροις οἴκοις δι᾽ ἐλαχίστης δαπάνης παρέχειν, ἵνα τὸν ἑλληνικὸν πολιτισμὸν ἐκεῖ γιγνώσκωσι καὶ δι᾽ ἐπισκέψεων ἐν τοῖς γνωρίμοις ἀρχαιολογικοῖς τόποις τὴν ἑλληνικὴν ἀρχαιότητα ζῶσαν θεωρῶσιν.
Οἱ τρεῖς νικηταὶ ἔχουσι προσέτι τὴν εὐκαιρίαν, ἐν τοῖς ἐπιοῦσιν ἔτεσιν ἅπαξ δωρεὰν ἐν τῷ ἡμετέρῳ σεμιναρίῳ "Ἑλληνιστὶ φθέγγεσθαι καὶ φιλοσοφεῖν" συμμετέχειν.
Καὶ ἡ ἀπονέμησις ἐπαίνων ἐν νῷ ἐστιν. Πᾶσι τοῖς συμμετέχουσι δίπλωμα δοθήσεται.
Πειρασόμεθα δὲ καὶ τὰ βραβευθέντα ἔργα γνωρίμοις μουσικοῖς χοροῖς καὶ ᾠδοῖς πρὸς ἐκτέλεσιν προτείνειν. Εἰ δὲ ἐμπορικὴ ἐπιτυχία γένοιτο, ὁ εἰσηγητὴς τοῦ ἀγῶνος ὡς καὶ ὁ ποιητὴς καὶ ὁ συνθέτης κατὰ τὸ δίκαιον πνευματικῆς ἰδιοκτησίας συμμεθέξουσιν.


























