ΕΚΦΡΑΣΙΣ ΤΩΝ ΕΝ ΤΗΣ ΠΑΛΑΙΑΣ ΓΛΩΤΤHΣ ΑΣΚΗΣΙ ΣΥΝΤΥΧΟΝΤΩΝ

Διαλεγόμενοι καὶ περὶ τῶν καθ' ἑκάστην τὴν ἡμέραν πραγμάτων καὶ φιλοσοφοῦντες αὖθις χρῆσθε τῇ φωνῇ τῇ τῶν πάλαι Ἑλλήνων διάγοντες ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ τῷ ἐν τοῖς Σελιανιτίκοις Αἰγιαλοῦ.

zeichnun

Τούτων τῶν ξένων ὁ ἐπιστάτης ἐστὶν ὅδε·
Andreas Drekis
„Idyllion Hellenikon“
GR – 25100 Selianitika / Egion
Tel. 0030/691/7 24 88
Fax 0030/691/7 27 91


Ἴσως μὲν ἤδη ἀκηκόατε, ὅτι διάλογοι Ἑλληνικοὶ πέρυσιν ἐγένοντο ἐν τῷ καλουμένῳ Ἑλληνικῷ Εἰδυλλίῳ, ὧν οἱ μετέχοντες Ἕλληνές τε καὶ Γερμανοὶ ἤσκουν ἀπὸ στόματος ἱέναι τὴν φωνὴν τὴν τῶν πάλαι Ἑλλήνων. Ἔστι δὲ τὸ εἰδύλλιον τοῦτο οἰκήματα ἀναπαυστήρια ἐν τοῖς Σελιανιτικοῖς τῆς Ἑλλάδος· τὰ δὲ Σελιανιτκὰ κώμη ἐστίν, ἥ κεῖται ἐν τῇ Πελοποννήσῳ, ἐπίκειται δὲ τῷ Κορινθιακῷ κόλπῳ κατὰ Αἴγιον τῆς Αἰγιαλείας, ἀπέχει δ' ἀπὸ τῶν Πατρῶν ὡς ἕξ παρασσάγγας. Οὗτος οὖν ὁ τόπος ἐπικαιρότατός ἐστι πᾶσιν, ὅσοι μέλλουσιν ἡμερησίαν ὁδὸν προσελθόντες εἰς τὰ πέριξ ἐπισκέψεσθαι τὸυς ἀρχαίους τόπους, οἷον τούς τε Δελφοὺς καὶ τὴν Ὀλυμπίαν καὶ τὴν Ἐπίδαυρον καὶ τὴν Μυκήνην, ἢ πλοιαρίῳ χρώμενοι πλεύσεσθαι πρὸς τὰς ἐγγὺς νήσους ἢ πορεύσεσθαι πρὸς τὰς λίμνας καὶ τοὺς ποταμοὺς τοὺς ἐν τοῖς ὄρεσιν τοῖς τῆς Πελοποννήσου. Ἔστι τ' εὐπόρως ἀφικέσθαι ἐπὶ τὰ Σελιανιτικὰ τῷ πορθμείῳ ἢ τῇ ἁμαξοστοιχίᾳ ἢ τῷ ἀεροπλάνῳ. 


Ἐπειδὴ τοίνυν αὕτη ἡ παραλία οὕτως εὔξενός ἐστι καὶ μουσικωτάτη, Ἕλληνί τινι ὄνομα Ἀνδρέᾳ Δρεκίδι, ὅς φιλόξενός τε καὶ μεγαλοπρεπής ἐστι τὸν Ἀττικὸν τρόπον. ᾠκοδομηκότι τὰ ἀναπαυστήρια οἰκήματα τὰ ἐν τῇ εἰκόνι καὶ μισθοῦντι αὐτὰ ξένοις ἐκεῖ βουλομένοις ἀναπαύεσθαι ἐπῆλθε πρῶτον μὲν καλεῖν πρὸς ἑαυτὸν κρουματοποιούς θ', ὧν οἱ μὲν ἦσαν κατ' ἐμπειρίαν μουσικοί, οἱ δὲ κατὰ τέχνην, καὶ ᾠδούς, οἳ ἐν τῷ κήπῳ τῷ μεταξὺ τῶν οἰκοδομημάτων ἐν μέσῳ ὄντι κρούσουσι καὶ ᾄσονται ὡς τέρψοντες τοὺς παρόντας, ὕστερον δὲ καὶ φιλοσόφους, οἳ φιλοσοφικὰς διατριβὰς παρέξουσι τοῖς συνοῦσιν. Ἐπεὶ δὲ καὶ τοῦτο οὐκέτι ἤρκει αὐτῷ ἅτε ἐν τοῖς μάλιστα θαυμάζουσι τὰ ἀρχαῖα τὰ τῶν Ἑλλήνων, μετεπέμψατο ἐπαΐοντας περὶ τοῦ ἱέναι τὴν Ἀττικὰν τὴν παλαιὰν φωνήν, οἳ ἐν τῷ κήπῳ καθήμενοι καὶ ἀττικιστὶ διαλεγόμενοί τε περὶ τῶν καθ' ἑκάστην τὴν ἡμέραν πραγμάτων καὶ φιλοσοφοῦντες περὶ τὰ τοῦ Πλάτωνος ἀλλήλοις διὰ φιλίας ἴασιν καὶ Ἐπικουρείως χρήσονται. Ἔστι γὰρ παραβάλλειν τὰς συνουσίας τὰς παρὰ Ἀνδρέᾳ Δρεκίδι γιγνομένας πρὸς τοὺς Ἐπικουρείους, ἐπεὶ διελεγόμεθα ἐν κήπῳ μεστῷ δένδρων μάλ' ἀμφιλαφῶν τε καὶ ὑφηλῶν, ἐν οἷς τέττιγες ᾄδοντες ἐτύγχανον. 


Οἱ οῦν ἐκεῖσε ἐλθόντες ἐν τοῖς οἰκίσκοις μονάδην ἢ ἐν πολυκλίνοις οἰκιδίοις κατ' ἐνίους οἰκοῦντες καθ' ἡμέραν ἀμφὶ ἀγορὰν πλήθουσαν ἐξιόντες καὶ ὑπὸ τῇ τῆς ἀπίου σκιᾷ καθήμενοι περὶ τὴν ἐν τῷ κήπῳ τράπεζαν μετεῖχον τῶν Ἑλληνικῶν διαλόγων τευτάζοντες περὶ τὴν χρῆσι τὴν τῆς Ἑλληνικῆς φωνῆς διδασκόμενοι ὑπο τοῦ διδασκάλου, ὅπως δεῖ ἀσπαζεσθαί τ' ἀλλήλους καὶ ἐρωτᾶν τοὺς ἄλλους, τί αὐτοῖς ὄνομά ποτ' ἐστί, τί πράττουσιν, τί πάσχουσιν, εἰ ἤδη ἐπίστανται ἀπὸ στόματος ἑλληνίζειν, καὶ ὅπως δεῖ αὐτὸς χαίρειν κελεύειν. Μετὰ δ' δύο ὥρας, καθ' ἃς ὁ διδάσκαλος κατὰ σμικρὸν ἔπος πρὸς ἔπος ποιούμενος τὴν συνουσίαν εἴθιζε τοὺς συνόντας ἐνίους λόγους ἑλληνιστὶ ποιεῖσθαι πρὸς ἀλλήλος, τελευτὴν ἐπιθέντες τῇ διδασκαλίᾳ καὶ ἐσχόλαζον διὰ τὸν καῦμα εἰς τὴν δίαιταν, οἱ μὲν ὑπὸ κόπου κατεχόμενοι ἐκάθευδον οὐκ ἀνεχόμενοι τὰ ἰσχυρὰ θάλπη, οἵ δ εὐήλιοι κατὰ τὸν κῆπον εἰληθεροῦντεσ ἔκειντο ἐπὶ κλίναις, οἱ δ' ἐκολύμβων ἐν τῇ ἐγγὺς θαλάττῃ ἢ παρηλίαζον ἢ περιπατοῦντες διὰ τῶν Σελιανιτικῶν τῆς κώμης ἠγόραζον τά τ' ἐπιτήδεια καὶ τὰ μνημόσυνα καὶ τὰ εἰκονικὰ ἐπιστολίδια ὡς πέμψοντες πρὸς τοὺς οἴκοι. 


Ἔτι τοίνυν ἑκάστης τῆς ἡμέρας παρείχετο πρὸς ἑσπέραν ἑτέρα διδασκαλία ἀπὸ τῆς πέμπτης ὥρας μέχρι τῆς ἑβδόμης, καθ' ἣν ἔδει ἕνα ἕκαστον διηγεῖσθαι διὰ πλειόνων, ἃ δι' ἡμέρας ἐποίησεν. Ἔτι δ' ἀνεγιγνώσκομεν τὰ γεγραμμένα τὰ τοῖς πάλαι Ἕλλησι καὶ ἐξηγούμεθα τὸν Πλάτωνος διάλογον τὸν Εὐθύφρονα ἐπιγεγραμμένον – καίτοι – τό γε θαυμαστότατον – οἱ διάλογοι οὐκ ἦσαν δυσχερεῖς, ἀλλὰ πολλάκις ἐπὶ το παιγνιδῶδες ἐξενίκων. 


Ἐπεὶ δὲ συνεσκότασε καὶ τὸ πνῖγος ἠπιώτερον ἐγένετο, τοτὲ μὲν παραλιάσαντες καὶ εἰς πανδοκεῖον καταλύσαντες εὐωχούμεθα ἐπὶ δείπνου ἀττικίζοντες πανδοκευτρίας θαυμαζούσης, τίς ποτέ ἐστιν ἡ τῶν καταλυτῶν διάλεκτος, τοτὲ δ' ἐν τῷ τοῦ Ἀνδρέα κήπῳ ἐτερπόμεθα ἀκούοντες θεολόγου διαλεγομένου ἢ ἐψυχαγωγούμεθα ὑπὸ μουσικῶν καὶ ὑποκριτῶν· Ἠκούομεν μὲν γὰρ κιθαριζόντων τε καὶ αὐλούντων, ποιήματα δὲ μεμελοποιημένα τῆς τε Σαπφοῦς καὶ τοῦ Ἀλκαίου καὶ τοῦ Θεόγνιδος, Βαρβάρας δὲ Λουθῆρος μονῳδούσης μελῳδίαν τὴν τοῦ μουσικοῦ δράματος τοῦ περὶ Ὀρφέως κα ὶΕὐρυδίκης, οἱ δ' ἀττικίζοντες αὐτοὶ ὑπερκρίναντο τὰ περὶ Λυσίαν καὶ Πείσωνα τὰ κείμενα παρὰ Λυσίᾳ ἐν τῷ δωδεκάτῳ λόγῳ. 


Καὶ τέλος μὴν ἡμεῖς ἅπαντες ἐξοδεύσαντες κοιναυτοκινήτῳ καὶ διὰ στενῆς καὶ ἑλικοειδοῦς ὁδοῦ πορευόμενοι ἀνέβημεν ἐπὶ ἀρχαῖον θέατρον ὀλίγον πρὸ τούτων ἀνεσκαμμένον, κείμενον δ' ἐφ' ὑψηλοῦ λόφου, περιεχόμενον δ' ὄρεσι, ἀφεστῶσαν τῆς θαλάττης οὐ πολύ, ὥστ' ἀπὸ τοῦ ἄκρου καθορᾶν τὴν θάλατταν. ἔνθα δὴ θαυμάζοντες τὸ κάλλος τὸ τοῦ τε τόπου καὶ τῶν πέριξ ἐκαθήμεθα ἐπὶ τοῖς λιθίνοις βάθροις καὶ ἑσπέρας ἤδη ἐπιγιγνομένης κνεφαῖοι διὰ σιγῆς ἀπελαύομεν τῶν τε μουσιζόντων καὶ τῶν ῥαψῳδούντων στίχους Σοφοκλέους και λόγους Ἰσοκράτους. 


Ταῦτα μὲν οὖν οὕτως ἐγένετο. Ἐπεὶ δ' αὖ τῇ τελευταίᾳ τῶν συνουσιῶν ἐγίγνετο τὸ ἐπὶ τέλος δεῖνον, πάντες ἐν τῷ καπηλείῳ τῷ ἐγγὺς τοῦ Ἀνδρέα κήπου ἱλαρῶς διατρίβοντες διὰ τέλους τοὺς λόγους ἐποιοῦντο ἀττικιστὶ φιλίας συνάπτοντες πρὸς ἀλλήλους, οἱ Ἕλληνες πρὸς τοὺς ἀλλοδαπούς, οἷον τοὺς Αὐστριακοὺς καὶ τουὺς Βέλγας καὶ τοὺς Γερμανοὺς καὶ τοὺς Ἰταλούς, οἱ αὖ ἀλλοδαποὶ πρός τοὺς Ἕλληνας. 


Ἐπεὶ οὖν μόνιμός ἐστιν ἡ περὶ τὰ Ἑλληνικὰ σπουδὴ καὶ βέβαιος, ὁ Ἀνδρέας Δρεκὶς καὶ τῆτες κατασευάσει τὰ συνέδρια τὰ τοῦ ἀττικίζειν εὖ εἰδώς, ὅτι οἱ ἐπαΐοντες περὶ τοῖν ἀρχαίαιν φωναῖν οἵ τ' ἐν τῇ Γερμανίᾳ καί οἱ ἄλλοθι λιπαρῶς ἔχουσι περεῖναι τῇ τοῦ ἀττικίζειν διδαχῇ. Αἱ οὖν συνουσίαι αἵ ἐν τῇ περὶ τὰ Σελιανιτικὰ χώρᾳκατὰ τὰ προειρημένα γενήσονται μὲν τοῦ ἐπιγιγνομένου θέρους τῷ Μεταγειτνιῶνι μηνὶ τοῦ τρίτου ἐνιαυτοῦ τῆς ἑξακοσιοστῆς καὶ ἐνενηκοστῆς καὶ τρίτης Ὀλυμπιάδος, ἄρξονται δ' ὀγδόῃ ἱσταμένου, τελευτήσονται δὲ τετάρτῃ μετ' εἰκάδα τοῦ αὐτοῦ μηνός, ὥσθ' ἠμᾶς δώδεκα ἑξῆς ἡμέρας συνάψειν μελετῶντας τὸ ἀττικιστὶ διαλέγεσθαι.


Καὶ αὖθις ἐξὸν δὶς τῆς ἡμέρας μετέχειν τῆς δυοῖν ὥραιν διδασκαλίας οἱ παρόντες διαμελετήσουσι ἱέναι μὲν ἀπὸ στόματος τὴν Ἀττικὴν τὴν παλαιὰν φωνὴν κατὰ τὴν προφορὰν τὴν τῆς τετάρτης ἑκατονταετηρίδος τῆς πρὸ Χριστοῦ, ἣν ἐρευνήσας οὕτως ἀποκατέστησεν Ἀλλὴν ὁ σοφιστὴς ὁ τῆς Ἀκαδημείας τῆς ἐν Καμβρίδγῃ τῆς Βρεττανίας ὥστε μάλα διαφέρει καὶ τῆς Ἐρασμικῆς καὶ τῆς τῶν νῦν Ἑλλήνων – ἐκ τούτου δῆλόν ἐστιν, ὅτι καὶ τοὺς ῞Ελληνας καὶ τοὺς ἄλλους δεήσει μεταλλάττειν τὴν κοινὴν ἐκφοράν - , συστήσαντες δ' ἐκ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων τῆς ἀρχαίας φωνῆς λέξεις καινὰς χρῆσθαι ἐπὶ τὸ συντιθέναι τῶν καινῶν πραγμάτων τὰ ὀνόματα. Αὐτοῖς δ' αὖ, εἰ βούλοιντο ἐξερευνᾶν λέξιν τινά, ἐξείη ἂν φυλαττομένοις ὑπὸ τοῦ προστάτου καθ' ἕνα χρῆσθαι ὀλίγον τι τῷ συμπαγεῖ δίσκῳ τῷ τῆς Καλιφορνικῆς Ἀκαδημείας, ἐν ᾧ ἔνεστι πάντα τὰ γεγραμμένα τά τε τοῖς πάλαι Ἕλλησι καὶ τοῖς Βυζαντίοις.


Τίσι δ' αὖ συμβολεύω τοῖς ἑλληνίζοισιν εἰς λόγους ἐλθεῖν; Ῥᾷστά γέ τοι καὶ ἀνυσιμώτατα παραγένοιντο ἂν οἱ ἤδη ἔχοντες ἁμῶς γέ τως ἐπιστήμην τῆς Ἑλληνικῆς φωνῆς, ὅτι καὶ ῥᾴδιοι κατὰ σύνταξιν λόγοι περιέχουσι δυσκαταμαθήτους μορφὰς τῆς τε συζυγίας καὶ τῆς τῶν ὀνομάτων κλίσεως. Καίτοι γ' ὅστις ἄπειρος ἔτι ὢν τῶν Ἑλληνικῶν διαλόγων σπουδάζειν ἐθέλει περὶ τὰ στοιχεῖα τὰ τῆς Ἑλληνικῆς φωνῆς οὕτος μετεχέτω τῆς στοιχειώσεως, ἣν παρέξει γυνή τις Ἑλληνὶς διδάσκαλος οὖσα τῆς τῶν πάλαι φωνῆς. Κἀγὼ τοῦτο πέπεισμαι ὅπως ἅπαντες οἱ παραγεγενημένοι καὶ τῆτες παρέσονται ἅτε τῆς τῶν διαλόγων μεγαλοπρεπείας θελγούσης τὸν νόημα αὐτῶν.


Τούτων μὲν δὴ μέχρι τούτου· νῆν δὲ διηγήσομαι πρὸς ὑμᾶς, πῶς ἐκεῖσε πορεύσεσθε· τῶν μὲν οὖν ἀεροπλάνῳ ἀπαιρόντων ἐκ τῆς Γερμανίας ἢ ἄλλοθέν ποθεν εἰς τὸν Ἑλλάδα καὶ καταράντων Ἀθήναζε ἢ ἐπὶ τὸν ἐν Ἀράξῳ ἄερολιμένα καί ἀποβάντων ἀπὸ τοῦ ἀεροπλάνου οἱ μὲν εἰσβάντες εἰς μετακομιστικὴν ἅμαξαν πορευέσθων εἰς τὰ Σελιανιτικά· οἱ δ' ἐλθόντες ἐπὶ τὸν κοιναυτοκινητικὸν σταθμὸν τὸν εἰς τὴν Πελοπόννησον καί εἰσβάντες εἴς τι τῶν καθ' ὥραν κοιναυτοκινήτων ὀχείσθων εἰς τὸν Αἴγιον τὴν πόλιν· ὅθεν δὴ μισθωσάμενοι μετακομιστικὴν ἅμαξαν ὡσαύτως ἀπιόντων ἐπὶ τῶν Σελινιτικῶν. Οἱ δὲ αὖ ἐκ τῆς Ἰταλίας περαιώμενοι εἰς τὴν Ἑλλάδα καὶ κατακολπίσαντες εἰς τὰς Πάτρας τὸν προειρημένον τρόπον ἀφικέσθων παρὰ Ἀνδρέαν Σελιανιτικάδε. Ἀλλὰ μή γε κατοκνήσητε καὶ μακρὰν ὁδὸν πορεύεσθαι πρὸς τοὺς ἐν Σελιανιτικοῖς Ἕλληνας τοὺς διδάσκειν τι χρήσιμον ἐπαγγελλομένους.
Τέλος δὲ καὶ περὶ χρημάτων ὁ λόγος ἔστω· τοὺς μὲν γὰρ μαθητὰς καὶ τοὺς φοιτητὰς δέησει τετταράκοντα καὶ διακοσίους σίγλους Γερμανικοὺς τελέσαι ὑπὲρ τῆς διδασκαλίας, τοὺς δ' ἄλλους ἐνενήκοντα καὶ διακοσίους. Αὕτη θ' ἡ τιμὴ περιέχει καὶ τὴν δαπάνην τὴν περὶ τά τε βιβλία τὰ πρὸς τὴν διδαχὴν καὶ τὰ τῶν λέξεων συγγράμμαθ', ἃ προῖκα παραλήψονται οἱ τὰ δίδακτρα καταθέντες.
Ἔτι τοίνυν τελευτῶν δέομαι ὑμῶν τήνδε τὴν προτρεπτικὴν σελίδα διαδιδόντας ἐν ταῖς τῶν εὖ φρονούντων διατριβαῖς ἐπάγεσθαι ὡς πλείστους εἰς τὴν ὁμιλίαν τὴν τῶν Ἀττικιστῶν.
Ἔγραψε τοῦτον τὸν λόγον ὁ διδάξων τὴν τοῦ ἑλληνίζειν τέχνην Θωμᾶς Ἀλώπεκος οὗ ἐστιν ὁ τόπος ὁ τῆς οἰκήσεως ὅδε· Thomas Fuchs, Geiststraße 12/601, D – 06108 Halle/Saale.

 

;