ΑΓΓΕΛΙΑΙ
Αὐτόθι τὰς νέας ἀγγελίας εὑρίσκετε
"ΑΤΤΙΚΙΣΤΙ ΦΙΛΟΣΟΦΕΙΝ ΣΗΜΕΡΟΝ“ 2016
EN ΤΩΙ ΚΗΠΩΙ ΤΩΝ ΜΟΥΣΩΝ
ΟΣ
" ΕΛΛΗΝΙΚΟΝ ΕΙΔΥΛΛΙΟΝ " ΟΝΟΜΑ EXEI ,
ΤΕΡΨΙΣ
ΤΩΝ ΤΗΝ ΑΤΤΙΚΗΝ ΦΩΝΗΝ
ΔΙΔΑΣΚΟΝΤΩΝ, ΣΠΟΥΔΑΖΟΝΤΩΝ
ΚΑΙ ΝΥΝ ΤΟ ΦΙΛΟΣΟΦΕΙΝ TΙΜΩΝΤΩΝ!
Ἀττικιστὶ διαλέγεσθαι - τέσσερα καί εἴκοσι ἔτη -
ἐν τῷ κήπῳ τῶν Μουσῶν
13 – 27 Αὐγούστου 2016
Ἀκμάζοντος τοῦ θέρους κατὰ τὸ σύνηθες φίλαι καὶ φίλοι μέν τινες φιλέλληνες ἐν τῷ καλουμένῳ κήπῳ τῶν Μουσῶν ἁθροίσονται ὡς συναττικίσοντες. Οὗτος δὲ ὁ κῆπος, μέγας καὶ ἐπίσκιος καὶ παραθαλάττιος ὤν, εὑρίσκεται ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ.
Καλλίστη δὲ γενήσεται ἡ ἡμετέρα διδασκαλία πολλῶν καὶ ἄλλων φιλελλήνων τῶν λόγων μετεχόντων.
∆ιὰ μὲν οὖν τοῦτο παρακαλοῦμεν πάσας καὶ πάντας ὑμᾶς ἐκ πάσης τῆς οἰκουμένης,
αἳ/οἳ χαίρετε τῇ τῶν ἀρχαίων σοφίᾳ καὶ τοῖς λόγοις αὐτῶν, προσελθόντες συνδιαλέγεσθαι ἡμῖν. Ποία δὲ γενήσεται ἡ διδασκαλία; ∆ὶς τοι τῆς ἡμέρας ἐν τόπῳ χαρίεντι τοῦ κήπου συλλεγόμεθα καὶ αναγιγνώσκομεν γράμματα ἀρχαῖα ἐξηγούμενοι αὐτά κατὰ τὸ ἔθος τῶν φιλολόγων.
Οὐδενὶ δὲ ἀνάγκη ἔσται ἐξ ἀρχῆς ἀττικιστὶ ὥσπερ Γοργίας μακροὺς λόγους προφέρειν. Ἔξεστι γὰρ παντὶ τὸ πρῶτον μόνον ἀκροατὴς γενέσθαι. Ἀλλὰ ταχέως ὄψεσθε ὡς ῥαδίως ταῖς τῶν ἀρχαίων Ἑλλήνων λέξεσιν διαλεγόμεθα. Μελέτη γὰρ τὸ πᾶν, ὥς φησι Περίανδρος.
Ἡ δὲ ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διαγωγὴ οὐ μονον ἐκ διαλόγων σύγκειται, ἀλλὰ καὶ ἄλλα γένοιτο ἄν πολλά. Πολλάκις γὰρ μουσικοί τε καὶ ἄλλοι τινὲς παιδείαν τιμῶντες ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διατρίβουσιν, ὥστε συναυλίαι καὶ ἀκροάσεις τινὲς γίγνονται ἑσπέρας. Καὶ οἷόν τε ἂν εἴη ἄλλον τόπον θεάσασθαι καὶ δρᾶμά τι ἐν ἀρχαίῳ τινὶ θεάτρῳ.
Τοῦδε δὲ τοῦ ἐνιαυτοῦ πρόκειται ἡμῖν ὡς ἀναγνωστέος Όμηρος μελετῶσι. Ὁ δὲ διδασκαλίαρχος ἐκλογὴν τινα κομψοτάτων στίχων τοῦ Όμήρου παρασχήσει.
Ἐάν τι πλέον καὶ ἀκριβέστερον θέλητε μαθεῖν – περὶ μάλιστα τῆς νυκτερινῆς διαμονῆς καὶ τῶν δωματίων καὶ τῶν λοιπῶν – εἰκὸς ἄν εἴη ὑμᾶς ἐν καιρῷ πυθέσθαι τοῦ τῆς διδασκαλίας καθηγητοῦ
Κυρ. Florian Feicht,
Schützenstraße 14, 12165 Berlin
Email: flofeicht@googlemail.com / Tel. 0170-5835320
ἡ τιμὴ ἡ τῆς ἐν πολυκλίνοις δωματίοις διαμονῆς: διακόσια καὶ πεντήκοντα εὐρώ. ἡ τῆς διδασκαλίας τιμή: πεντήκοντα εὐρώ.
πυθέσθαι ἔξεστι καὶ τοῦ κτίστου καὶ κυρίου τοῦ Ἑλληνικοῦ Εἰδυλλίου καὶ ταύτην λαμπρῶς τὴν διδασκαλίαν χορηγοῦντος
Κυρ. Andreas Drekis,Hellenikon Idyllion, GR. -25100, Selianitika, Egion info@idyllion.eu, http://www.idyllion.eu
Πλείονα εὑρίσκετε ἐν τῷ γερμανιστί πρόγραμμα 2016 http://www.idyllion.eu/de/programm16.html
ή ἐν τῷ ἀγγλιστί 2016 πρόγραμμα http://www.idyllion.eu/en/programm16.html
Tel. 0030/26910/72488 Mobil. 0030/6972/263/356
ΕΡΓΟΝ ΘΕΑΤΡΙΚΟΝ "ΕΛΙΚΗ ΑΘΑΝΑΤΟΣ"
2015 EN ΤΩΙ ΚΗΠΩΙ ΤΩΝ ΜΟΥΣΩΝ
https://www.youtube.com/watch?v=eaT20RSp4pw
ΤΕΡΨΙΣ ΜΕΓΙΣΤΗ ΕΣΤΙΝ ΟΡΑΝ ΚΑΙ ΑΚΟΥΕΙΝ
ΤΟΥΤΟΥ ΤΟΥ ΕΡΓΟΥ ΑΤΤΙΚΙΣΤΙ!
https://www.youtube.com/watch?v=wg8RnJUqz1M W
ΕΠΙΛΕΓΕΤΕ.....ΤΑ ΑΡΙΣΤΕΙΑ ΑΓΩΝΟΣ ΑΡΜΟΝΙΑΣ 2011 !! Composition competitions
ΚΑΙ ΠΡΟΓΡΑΜΜΑ 2012
Ἀττικιστὶ διαλέγεσθαι
ἐν τῷ κήπῳ τῶν Μουσῶν
15 – 29 Αὐγούστου 2015
Ἀκμάζοντος τοῦ θέρους κατὰ τὸ σύνηθες φίλαι καὶ φίλοι μέν τινες φιλέλληνες ἐν τῷ καλουμένῳ κήπῳ τῶν Μουσῶν ἁθροίσονται ὡς συναττικίσοντες. Οὗτος δὲ ὁ κῆπος, μέγας καὶ ἐπίσκιος καὶ παραθαλάττιος ὤν, εὑρίσκεται ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ.
Καλλίστη δὲ γενήσεται ἡ ἡμετέρα διδασκαλία πολλῶν καὶ ἄλλων φιλελλήνων τῶν λόγων μετεχόντων.
∆ιὰ μὲν οὖν τοῦτο παρακαλοῦμεν πάσας καὶ πάντας ὑμᾶς ἐκ πάσης τῆς οἰκουμένης, αἳ/οἳ χαίρετε τῇ τῶν ἀρχαίων σοφίᾳ καὶ τοῖς λόγοις αὐτῶν, προσελθόντες συνδιαλέγεσθαι ἡμῖν. Ποία δὲ γενήσεται ἡ διδασκαλία; ∆ὶς τοι τῆς ἡμέρας ἐν τόπῳ χαρίεντι τοῦ κήπου συλλεγόμεθα καὶ ἀναγιγνώσκομεν γράμματα ἀρχαῖα ἐξηγούμενοι αὐτά κατὰ τὸ ἔθος τῶν φιλολόγων.
Οὐδενὶ δὲ ἀνάγκη ἔσται ἐξ ἀρχῆς ἀττικιστὶ ὥσπερ Γοργίας μακροὺς λόγους προφέρειν.
Ἔξεστι γὰρ παντὶ τὸ πρῶτον μόνον ἀκροατὴς γενέσθαι. Ἀλλὰ ταχέως ὄψεσθε ὡς ῥαδίως ταῖς τῶν ἀρχαίων Ἑλλήνων λέξεσιν διαλεγόμεθα. Μελέτη γὰρ τὸ πᾶν, ὥς φησι Περίανδρος.
Ἡ δὲ ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διαγωγὴ οὐ μονον ἐκ διαλόγων σύγκειται, ἀλλὰ καὶ ἄλλα γένοιτο ἄν πολλά. Πολλάκις γὰρ μουσικοί τε καὶ ἄλλοι τινὲς παιδείαν τιμῶντες ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διατρίβουσιν, ὥστε συναυλίαι καὶ ἀκροάσεις τινὲς γίγνονται ἑσπέρας. Καὶ οἷόν τε ἂν εἴη ἄλλον τόπον θεάσασθαι καὶ δρᾶμά τι ἐν ἀρχαίῳ τινὶ θεάτρῳ.
Τοῦδε δὲ τοῦ ἐνιαυτοῦ πρόκειται ἡμῖν ὡς ἀναγνωστέος Ἡρόδοτος μελετῶσι περὶ τῆς τῶν ἀρχαίων ἱστορίας. Ὁ δὲ διδασκαλίαρχος ἐκλογὴν τινα κομψοτάτων τόπων τοῦ Ἡροδότου παρασχήσει.
Ἐάν τι πλέον καὶ ἀκριβέστερον θέλητε μαθεῖν – περὶ μάλιστα τῆς νυκτερινῆς διαμονῆς καὶ τῶν δωματίων καὶ τῶν λοιπῶν – εἰκὸς ἄν εἴη ὑμᾶς ἐν καιρῷ πυθέσθαι τοῦ τῆς διδασκαλίας καθηγητοῦ
Κυρ. Florian Feicht,
Schützenstraße 14, 12165 Berlin
Email: flofeicht@googlemail.com / Tel. 0170-5835320
ἡ τιμὴ ἡ τῆς ἐν πολυκλίνοις δωματίοις διαμονῆς: διακόσια καὶ πεντήκοντα εὐρώ. ἡ τῆς διδασκαλίας τιμή: πεντήκοντα εὐρώ.
πυθέσθαι ἔξεστι καὶ τοῦ κτίστου καὶ κυρίου τοῦ Ἑλληνικοῦ Εἰδυλλίου καὶ ταύτην λαμπρῶς τὴν διδασκαλίαν χορηγοῦντος
Κυρ. Andreas Drekis,
Hellenikon Idyllion, Gr. 25100, Selianitika (Egion) info@idyllion.eu, http://www.idyllion.eu
Tel. 0030/26910/72488 Mobil. 0030/6972/263/356
Please look on our English page for more information about the program 2014.
Φωτογραφία τῶν παρόντων τοῦ Αὐγούστου 2009·