Η ΤΗΙΔΕ ΑΡΧΑΙΟΛΟΓΙΑ
Ἑλίκη· 373 π.Χ. - 1995 μ.Χ.
“ Δεύτεροί τινες ‘Πομπήιοι’ τάχ' ἂν ἴδοιεν τὸ φῶς ”
Πόλις ἐστὶ ἐπὶ τῆς μεσημβρινῆς ἀκτῆς τοῦ Κορινθιακοῦ κόλπου. Ὠικίσθη ὑπὸ τοῦ Ἴωνος καὶ ἔλαβε τὸ ὄνομα τῆς συζύγου αὐτοῦ Ἑλίκης, περὶ τῷ 1500 π.Χ.
Ἐν αὐτῇ ὑπῆρχε περίφημον ἱερὸν τοῦ Ποσειδῶνος. Διετέλεσε μητρόπολις. Ἦν γὰρ ἡ πρώτη πόλις τοῦ Κοινοῦ τῶν Ἀχαιῶν, ἤδη Ὅμηρος συγκαταλέγει τὴν πόλιν ταύτην ἐν τῷ Νεῶν καταλόγῳ.
Πρὸς τούτοις Στράβων ἔγραψε· „καὶ Ἑλίκης τῆς πρὸ τῶν λευκτρικῶν ὑπὸ τῆς θαλάσσης καταποθείσης“ (8,7). Σεισμὸς γὰρ ἐν ἔτει τογ' (373) π.Χ. ἐγένετο καὶ αὕτη ἡ πόλις ὑπὸ τῶν ὑδάτων τῆς θαλάσσης ἐκαλύφθη. Ἔτι καὶ νῦν ὁ τόπος ὡς προσχωσιγενὴς ἐνίοτε καταλισθαίνει οἷον ἐν ἔτει ἀωξά (1861).
Ἀπεῖχε δὲ ἡ πόλις πρότερον τῆς θαλάσσης δώδεκα (ιβ) στάδια (2.250 m) Παυσανίας βεβαιοῖ ὅτι σύνοπτα ἦν τὰ ἐρείπια Ἑλίκης ἐν τῇ θαλάσσῃ. Νῦν δὲ οὐ φανερά εἰσιν ὁ ῥοῦς τοῦ Σελινοῦντος καὶ τοῦ Κορυνίτου· ἔκρυψεν τοῦτα οὖν ἰλύι. Ἐκ τῶν προσχώσεων τούτων ἡ ἥπειρος χώρα προσχώρησεν, ἐμηκύνθη δώδεκα στάδια ὥστε ἡ πόλις ἣ ἀπεῖχε τῆς θαλάσσης δώδεκα στάδια κεῖται νῦν ἐπὶ τὴν ἥπειρον χώραν.
Ἡ πόλις ἀνερεύνητος ἦν ἐπὶ (δισχίλια) ἔτη.
Ἡ Ἀμερικανικὴ σχολὴ ‘κλασικῶν’ σπουδῶν ἐξ Ἀμερικῆς ἣν ἐν Ἀθήναις κεῖται (προ) ἐρεύνα (πη 1988) τὴν πόλιν ἡγουμένης τῆς Ἑλληνίδος Ἀρχαιολόγου Δώρας Κατσωνοπούλου. Ἀλλ' οὐχ ηὗρεν ἴχνη ἐρειπίων ἐν τῇ θαλάττῃ. Διὸ πεῖραν ἐποιεῖτο αὑτὴν ἐπὶ τὴν ἥπειρον χώραν πλησίον τῆς ἀκτῆς διὰ τῆς γεωρυχίας.
Τετταράκοντα (40) μέτρα τὸ βάθος ἐν ἔτει απηα' (1991) πέντε γεωτρήσεις ἐγένοντο, ἐν ἔτει δὲ απηγ' (1993) ἑπτακαίδεκα γεωτρήσεις τὸ βάθος τρία καὶ ἑπτὰ μέτρα ἐγένοντο, ἐν αἷς θραύματα κεράμων εὑρέθησαν.
Ἐν ἔτει απηδ' (1994) νέαι ἔρευναι ἐγένοντο πρὸς συμπλήρωσιν τῶν προτέρων. Οἱ ἐξερευνῶντες ἐχρῶντο καιναῖς μηχαναῖς, ἐλάμβανον δὲ πείραν τομῆς τινὸς ἐν τῷ χωρίῳ. Ἐκείνῳ ὅπη τρία μέτρα τὸ βάθος ὑποκείμενα τείχη πόλεως Ῥωμαϊκῶν χρόνων φανερὰ ἐγένοντο, θραύματα δὲ κεράμων περὶ τὰ δέκα μέτρα τὸ βάθος εὑρέθησαι ἵνα βεβαιωθῇ ὁ τῆς παλαιᾶς οἰκήσεως τόμπος. Ἐν τῷ παραγιγνομένῳ θέρει νέαι γεωτρήσεις τε καὶ αἱ πρῶται ἀνασκαφαὶ γενήσονται. Εἴθε αὕτη ἡ πόλις, ἧς οἱ κάτοικοι σχεδὸν δισμύριοι (20.000) ἦσαν, εἰς τό φῶς ἔλθοι, ὅπερ ἀναμενόμενόν ἐστι, καὶ μετὰ τῶν μνημείων καὶ πλούτου τῆς εὑρεθείη. Ὃ οὖν παγκοσμίαν ἀρχαιολογικὴν αἴσθησιν γενήσει.
Εἰκών τῆς καταποθείσης ὑπὸ τῆς θαλάσσης πόλεως Ἑλίκης, ἣν ὁ ἐκ Γερμανίας ἀστρονόμος Julius Schmidt ἐσχεδίασεν ἐν ἔτει αωξα' (1861).
Πραγματεία τις διεξοδικὴ περὶ τῆς ἱστορίας τῆς Ἑλίκης καὶ περὶ τῶνδε ἀνασκαφῶν μετὰ εἰκόνων ἕπεται ἐν τῷ δευτέρῳ τεύχει τοῦδε τοῦ περιοδιοῦ συγγράμματος.
Πλείονα ἀναγνωρίζετε Ἀγγλικὰ γεγραμμένα τῇδε.