Ἀποδράσεις

Φύσις     Πολιτισμός

Τὸ Ἑλληνικὸν Εἰδύλλιον, ἐν τῷ μέσῳ τῶν ἀρχαίων χωρίων κείμενον, παρέχει τοῖς ξένοις πολλὰς ἀποδράσεις.

Πρὸς πλείονας πληροφορίας περὶ τῶν ἀξιοθεάτων, πιέσατε ἐπὶ τὰς εἰκόνας ἢ κάτωθεν ἀναγιγνώσκετε.

akropolis_und_athendelphiepidauruskorinthmykeneolympia

Ἕτεραι ἀποδράσεις

Ἀκρόπολις, Ἀθῆναι (ἡ Ἀκρόπολις τῶν Ἀθηνῶν, Αθήναι)

Ἡ τῶν Ἑλλήνων μητρόπολις ἀπὸ τῆς Σελιανιτίκης ῥᾳδίως τῷ λεωφορείῳ προσεγγίζεται. Ἔστι δὲ τὸ ἱστορικόν, πολιτιστικὸν καὶ οἰκονομικὸν κέντρον τῆς Ἑλλάδος. Ἐκεῖ ἔξεστιν ὑμῖν οὐ μόνον ὠνεῖσθαι καὶ ἀναπαύεσθαι, ἀλλὰ καὶ τοὺς θεοὺς πρὸ τοῦ βουλευτηρίου θεωρεῖν καὶ πολλὰ ἀρχαῖα οἰκοδομήματα ἐπισκέπτεσθαι. Ἐν τούτοις ἀριθμοῦνται ἡ Ἀκρόπολις, τὸ Ὠδεῖον Ἡρώδου τοῦ Ἀττικοῦ, τὸ τοῦ Διονύσου θέατρον καὶ πολλὰ μουσεῖα καὶ ἀγοραὶ οἷον τὸ Σύνταγμα.

Τὸ δὲ γνωριμώτατον οἰκοδόμημα τῶν Ἀθηνῶν ἔστιν ἡ Ἀκρόπολις. Αὕτη ἐστὶ τὸ σύμβολον τῆς νεοελληνικῆς ἐθνικῆς συνειδήσεως. Μετὰ τῆς πύλης τοῦ Beulé, τῶν Προπυλαίων, τοῦ τῆς Νίκης ναοῦ, τοῦ Ἐρεχθείου, τοῦ Παρθενῶνος καὶ τοῦ τῆς Ἀκροπόλεως μουσείου, πάντως ἀξία ἐστὶν ἐπισκέψεως.

Ἄνω

Δελφοί (Δελφοί)

Δύο μόνον ὥρας ἀπὸ τῆς Σελιανιτίκης ἀπέχουσιν οἱ Δελφοί. Τοῖς ἀρχαίοις ἀνθρώποις οὗτος ὁ τόπος ἦν ὁ τοῦ κόσμου ὀμφαλός. Ζεὺς γάρ ποτε δύο ἀετοὺς ἀπὸ τῶν τοῦ κόσμου ἄκρων ἀφῆκεν, οἳ ἐν τοῖς Δελφοῖς ἀλλήλοις συνέμιξαν. Νῦν δὲ ῥᾳδίως τις ἐκεῖσε ἀφικνεῖται, εἰ τῷ πλοίῳ ἀπὸ Πατρῶν εἰς τὴν ἤπειρον διαβαίνει καὶ εἶτα τῷ λεωφορείῳ εἰς Δελφοὺς πορεύεται.

Οἱ Δελφοὶ ἐν τοῖς τῆς UNESCO μνημείοις ἀριθμοῦνται. Μάλιστα δὲ τὸ μαντεῖον ὀνομαστόν ἐστιν. Διὰ δὲ τῶν θεωρῶν καὶ τῶν ἀναθημάτων οἱ Δελφοὶ πλουσία πόλις ἐγένοντο. Ἐπεὶ δὲ οἱ ἄνθρωποι, πρὶν ἢ χρησμὸν λαβεῖν, τὰ αὑτῶν πράγματα διηγεῖσθαι ἔδει, πολλὴ ἐπιστήμη περὶ ψυχολογίας καὶ κοινωνιολογίας ἐκεῖ συνηθροίσθη. Ἔτι δὲ οἱ ἐκεῖ πάντοτε τὰ περὶ τῆς πολιτικῆς ἐγίγνωσκον καὶ ὡς διαλλακταὶ τὴν αὑτῶν δόξαν ηὔξανον. Τοῦτο δὲ μόνον οἷόν τ᾽ ἦν, ὅτι ἡ πόλις οὐδεμιᾷ ἀρχῇ ὑπήκουεν. Ὑπὸ δὲ δώδεκα ἀνδρῶν ἐκ τῶν τῆς μέσης Ἑλλάδος φυλῶν ἐκείμηντο, τῆς Ἀμφικτυονίας. Ἡ δὲ τοῦ μαντείου πίστις διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας ἐσώζετο.

Νῦν δὲ ἔτι πολλὰ ἀρχαῖα ἔξεστι θεωρεῖν, οἷον τὸ τῆς Ἀθηνᾶς ἱερόν, τὴν Κασταλίαν πηγήν, τὸ τοῦ Ἀπόλλωνος ἱερόν, τὸ θέατρον καὶ τὸ στάδιον.

Ἄνω

Ἐπίδαυρος (Ἐπίδαυρος)

Ἡ Ἐπίδαυρος ἀρχαῖός ἐστιν ἰατρικὸς τόπος, δύο ὥρας ἀπὸ τῆς Σελιανιτίκης ἀπέχων. Ἐκεῖ ἐν πίτυσι κεῖται τὸ ἱερὸν μετὰ μουσείου. Μάλιστα δὲ ἄξιον θεωρίας τὸ κάλλιστα σωζόμενον θέατρον τῆς Ἑλλάδος, ἔνθα καὶ ἐν ταῖς ἐσχάταις ἕδραις λεπτότατον ψόφον ἀκούειν ἔξεστιν. Συμβουλεύομεν δὲ ὑμῖν ἐν τῷ θέρει ἐκεῖ τραγῳδίαν τινὰ θεωρεῖν.

Ἄνω

Κόρινθος (Κόρινθος)

Θεωρητέα ἐστὶν ἡ ἀρχαία Κόρινθος μετὰ τοῦ τοῦ Ἀπόλλωνος ναοῦ καὶ τῆς Ἀκροκορίνθου.

Τὸ τῆς Αἰγείρας θέατρον καὶ ὁ τοῦ Ἡραίου ναὸς παρὰ τῇ Κορίνθῳ

Ἄνω

Μυκῆναι (Μυκῆναι)

Αἱ Μυκῆναι μίαν ὥραν καὶ ἡμίσειαν ἀπὸ τῆς Σελιανιτίκης ἀπέχουσιν. Ἄξιον δέ ἐστιν ἐκεῖσε ἐλθεῖν. Ἐνταῦθα γὰρ ὁ πρῶτος εὐρωπαϊκός πολιτισμὸς ἐν τῇ ἠπείρῳ κατὰ τὴν τοῦ χαλκοῦ ἐποχὴν ἐγένετο.

Βραδέως τις διὰ τοῦ χωρίου τῶν Μυκηνῶν πορεύεται καὶ ἐξαίφνης τὰ ὑψηλὰ τείχη τῆς ἀκροπόλεως ὁρᾷ. Ἐν τοῖς προκλασικοῖς χρόνοις αἱ Μυκῆναι ἐν ταῖς δοκιμωτάταις πόλεσι ἦσαν. Κατὰ δὲ τοὺς μύθους ὑπὸ Περσέως, τοῦ Διὸς καὶ Δανάης υἱοῦ, ἐκτίσθησαν, ὃς ἐκεῖ διψῶν ἐκ μύκητός τινος ὕδωρ ἔπιεν. Διὸ καὶ τὸ ὄνομα "μύκης" ἐν τῷ τῆς πόλεως ὀνόματι ἔνεστιν.

Ἔτι καὶ νῦν τὰ ἐρείπια τῆς ἄνω πόλεως ἔξεστι θεωρεῖν μετὰ τῆς ὀνομαστῆς Πύλης τῶν Λεόντων, τῶν Κυκλωπείων τειχῶν, τῶν βασιλικῶν τάφων, τοῦ παλατίου καὶ ἄλλων ἀξιοθεάτων.

Ἡ Πύλη τῶν Λεόντων ἐν ταῖς Μυκήναις

Ἄνω

Ὀλυμπία ( Ὀλυμπία)

Πάντες τὴν Ὀλυμπίαν γιγνώσκουσιν, εἰ μὴ ἐκ τῶν μύθων, ἀλλ᾽ ἐκ τῶν Ὀλυμπιακῶν ἀγώνων, οἳ ἐν τῇ ἀρχαιότητι ἐκεῖ ἐγίγνοντο. Οὗτος ὁ τόπος, ὥσπερ καὶ ἡ Σελιανίτικα, ἐν τῇ Πελοποννήσῳ κεῖται καὶ εὐπρόσοδός ἐστιν.

Τῷ ἑπτακοσιοστῷ ἑβδομηκοστῷ ἕκτῳ ἔτει πρὸ Χριστοῦ οἱ πρῶτοι ἀγῶνες τῷ Διὶ ἐγένοντο. Πολλοὶ δὲ ἀθληταὶ ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ ὕστερον ἐκ τῆς Ῥωμαίων ἀρχῆς μετεῖχον, τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν τιμῶντες. Μετὰ δὲ χίλια ἔτη οἱ ἀγῶνες ὑπὸ Θεοδοσίου τοῦ Ῥωμαίων αὐτοκράτορος ἐπαύσαντο. Νῦν δὲ ἔξεστι θεωρεῖν τὸ τοῦ Φειδίου ἐργαστήριον (ἔνθα τὸ τοῦ Διὸς ἄγαλμα ἐποιήθη), τὸ Λεωνίδαιον, τὸν τοῦ Διὸς ναόν, τὸν τῆς Ἥρας ναόν, τοὺς θησαυρούς, τὸ τοῦ Ἡρώδου τοῦ Ἀττικοῦ νυμφαῖον, τὸ στάδιον καὶ ἄλλα οἰκοδομήματα. Εἰ δὲ διὰ τῆς πύλης τοῦ σταδίου πορεύεσθε, ἔξεστιν ὑμῖν ἐνθυμεῖσθαι τοὺς πάλαι ἀγῶνας. Ἐν δὲ τῷ πλησίον μουσείῳ πολλὰ περὶ τοῦ ἱεροῦ καὶ τῶν ἀγώνων μανθάνετε. Ἔτι δὲ καὶ ἡ πέριξ χώρα θαυμαστή ἐστιν.

Ὁ τοῦ Διὸς ναὸς ἐν τῇ Ὀλυμπίᾳ, ἀναπαράστασις τοῦ ναοῦ

Ἄνω

Ἕτεραι ἀποδράσεις

Τὰ δὲ νῦν θέατρα ἀπὸ τῶν τῆς ἀρχαίας Ἑλλάδος θεάτρων τὰς μεγίστας ἀφορμὰς ἔλαβεν. Ἔστι δὲ θέατρα ἐγγὺς τῆς Σελιανιτίκης, οἷον τὸ τῆς Αἰγείρας καὶ τὸ τῆς Ἤλιδος θέατρον.

  • Τὸ Βυζαντινὸν μοναστήριον τοῦ Ὁσίου Λουκᾶ
  • Ὁ Μυστρᾶς, ἡ βυζαντινὴ πόλις
  • Ἡ Μονεμβασία, ἡ μεσαιωνικὴ πόλις
  • Τὸ τοῦ Νέστορος παλάτιον
  • Αἱ πόλεις Βοῦρα, Ἰθώμη, Καλαμάτα, Κερύνεια, Μεσσήνη, Ναύπλιον καὶ Σπάρτη
  • Ὁ τῶν Βασσῶν ναός, ὁ τῆς Δήμητρος ναός, ὁ τοῦ Γαίου-Ξοάνου ναός
  • Τὰ θέατρα ἐν Ἄργει, Ἐλευσῖνι, Αἰγείρᾳ, Ἐπιδαύρῳ, Ἤλιδι, Ἰσθμίᾳ, Κορίνθῳ, Μεγαλοπόλει, Μεγάροις, Μυκήναις, Σικυῶνι, Σπάρτῃ καὶ Τίρυνθι

 

Ἄνω