-" ?> Ἐπινοεῖν δρᾶσαι - Ἀττικιστὶ διαλέγεσθαι

Ἐπινοεῖν δρᾶσαι

Φιλοσοφώντας στα Αττικιστί     Χορωδίες, ορχήστρες, δημιουργικές ομάδες

     ανταγωνισμός 

Προγράμματα     Διαγωνισμοί      Χειμερινή διαμονή      Εντυπώσεις

13. - 27. Juli 2024

ΑΤΤΙΚΙΣΤΙ ΦΙΛΟΣΟΦΕΙΝ ΣΗΜΕΡΟΝ 2024 EN ΤΩΙ ΚΗΠΩΙ ΤΩΝ ΜΟΥΣΩΝ

TΕΡΨΙΣ ΤΩΝ ΤΗΝ ΑΤΤΙΚΗΝ ΦΩΝΗΝ ΔΙΔΑΣΚΟΝΤΩΝ, ΣΠΟΥΔΑΖΟΝΤΩΝ ΚΑΙ ΝΥΝ ΤΟ ΦΙΛΟΣΟΦΕΙΝ TΙΜΩΝΤΩΝ!

Ἀττικιστὶ διαλέγεσθαι – τριακοστόν τόδε ἔτος – ἐν τῷ κήπῳ τῶν Μουσῶν

13. Ἰουλίου - 27. Ἰουλίου 2024

Ἀκμάζοντος τοῦ θέρους κατὰ τὸ σύνηθες φίλαι καὶ φίλοι μέν τινες φιλέλληνες ἐν τῷ καλουμένῳ κήπῳ τῶν Μουσῶν ἁθροίσονται ὡς συναττικίσοντες. Οὗτος δὲ ὁ κῆπος, μέγας καὶ ἐπίσκιος καὶ παραθαλάττιος ὤν, εὑρίσκεται ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ. Κάλλιστοι οὖν ἔσονται οἱ διάλογοι πολλῶν καὶ ἄλλων φιλελλήνων τῶν λόγων μετεχόντων. ∆ιὰ μὲν οὖν τοῦτο παρακαλοῦμεν πάσας καὶ πάντας ὑμᾶς ἐκ πάσης τῆς οἰκουμένης, αἳ/οἳ χαίρετε τῇ τῶν ἀρχαίων σοφίᾳ καὶ τοῖς λόγοις αὐτῶν, προσελθόντες συνδιαλέγεσθαι ἡμῖν.
Ποία δὲ γενήσεται ἡ διδασκαλία; ∆ὶς τοι τῆς ἡμέρας ἐν τόπῳ χαρίεντι συλλεγόμεθα καὶ ἀναγιγνώσκομεν γράμματα ἀξιώτατα τῶν ἀρχαίων ἐξηγούμενοι αὐτὰ κατὰ τὸ ἔθος τῶν φιλολόγων καὶ φιλοσοφούμενοι περὶ τῶν νοημάτων αὐτῶν. Οὐδενὶ δὲ ἀνάγκη ἔσται ἐξ ἀρχῆς ἀττικιστὶ ὥσπερ Γοργίας μακροὺς λόγους προφέρειν. Ἔξεστι γὰρ παντὶ τὸ πρῶτον μόνον ἀκροατὴς γενέσθαι. Ἀλλὰ ταχέως ὄψεσθε ὡς ῥαδίως ταῖς τῶν ἀρχαίων Ἑλλήνων λέξεσιν διαλεγόμεθα. Μελέτη γὰρ τὸ πᾶν, ὥς φησι Περίανδρος.
Ἡ δὲ ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διαγωγὴ οὐ μονον ἐκ διαλόγων σύγκειται, ἀλλὰ καὶ ἄλλα γένοιτο ἄν πολλά. Πολλάκις γὰρ μουσικοί τε καὶ ἄλλοι τινὲς παιδείαν τιμῶντες ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διατρίβουσιν, ὥστε συναυλίαι καὶ ἀκροάσεις τινὲς γίγνονται ἑσπέρας. Καὶ οἷόν τε ἂν εἴη ἄλλον τόπον θεάσασθαι καὶ δρᾶμά τι ἐν ἀρχαίῳ τινὶ θεάτρῳ.
ἡγήσεται τοῦ συλλόγου ὁ Florian Feicht, γραμματικός τοῦ πανεπιστημίου τῆς ᾽Ωσλόης ἐν Nορουηγίᾳ. Πυθέσθαι δὲ ἡ βουλομένη/ὁ βουλόμενος τοῦ τε τοῦ συλλόγου προγράμματος καὶ τῆς ἐκλογῆς συγγραμμάτων ἅ ἀναγνωσόμεθα, γραψάτω αὐτῷ ἐπιστολήν: flofeicht@googlemail.com
Πρόγραμμα τοῖν δυοῖν ἑβδομάδοιν:
 ‘Ημέρα τῆς Σελήνης - Ἡμέρα τῆς Ἀφροδίτης:
10.30-12.30: ἀνάγνωσις συγγραμμάτων καὶ διάλογος περὶ αὐτῶν
17.00-19.00: ἀνάγνωσις συγγραμμάτων καὶ διάλογος περὶ αὐτῶν
τῷ σαββάτῷ και τῇ κυριακῇ σχολάσομεν.
Τίνων ἡ ἀναγνώσεως συγγραμμάτων ἐσται δι´ὀλίγου ἐνθάδε γραφήσεται.
ἡ τιμὴ ἡ τῆς ἐν πολυκλίνοις δωματίοις διαίτας: τριακόσιαι καί πεντήκοντα εὐρῶνες. ἡ τῆς διδασκαλίας τιμή: πεντήκοντα εὐρῶνες. Ἔξεστι δὲ, τῇ βουλομένῇ/τῷ βουλομένῳ ἰδίον δωμάτιον ἔχειν, πυθέσθαι τοῦ κτίστου καὶ κυρίου τοῦ Ἑλληνικοῦ Εἰδυλλίου καὶ ταύτην λαμπρῶς τὴν διδασκαλίαν χορηγοῦντος:

Andreas Drekis
Hellenikon Idyllion
GR. -25100
Selianitika, Egion
info@idyllion.eu
Tel.: 0030/210 34 61 034
Mobil: 0030/69 72 26 33 56 (WhatsApp and Viber)

Reading and Speaking Ancient Greek in the Garden of the Muses – 31th Anniversary


13nd July – 27th July 2024


Program:

Monday-Friday:

10.30-12.30: text reading and discussion (in Ancient Greek)
           
17.00-19.00: text reading and discussion (in Ancient Greek)
           
Saturday-Sunday: free.

The seminar will be lead by Florian Feicht (High school teacher). Those who wish to learn more about the program of the seminar and can take contact with him via e-mail: flofeicht@googlemail.com

Details about the texts which we will read will soon be published on this page

Seminar fee: 50 €
Accomodation: 350 € in a shared room. If you wish to stay in a single room, please take contact with
Andreas Drekis
Hellenikon Idyllion
GR. -25100
Selianitika, Egion
info@idyllion.eu
Tel.: 0030/210 34 61 034
Mobil: 0030/69 72 26 33 56 (WhatsApp,Signal and Viber)

26 Αυγούστου - 9 Σεπτεμβρίου 2022

Ἀττικιστὶ καί ἐν τῇ κοινῇ διαλέγεσθαι - τριάκοντα ἔτη - ἐν τῷ κήπῳ τῶν Μουσῶν -

Θέατρον Μενάνδρου και 

Πρός τούς νέους, ὃπως ἄν ἐξ ἑλληνικῶν ὡφέλοιντο λόγων τοῦ Βασιλείου τοῦ Μεγάλου ἐκ Καισαρείας καί Εἰσαγωγήν εἰς τήν νέαν ἑλληνικήν γλῶσσαν. 

Εἰς τάς ἀρχάς τοῦ φθινοπώρου φίλαι καὶ 

φίλοι μέν τινες φιλέλληνες ἐν τῷ καλουμένῳ κήπῳ τῶν Μουσῶν ἁθροίσονται ὡς την Κοινήν των Ελλήνων Φωνήν χρώμενοι. Οὗτος δὲ ὁ κῆπος, μέγας καὶ ἐπίσκιος καὶ παραθαλάττιος ὤν, εὑρίσκεται ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ. Εἰς τόν μῆνα τοῦτον δυνάμεθα κόπτειν καί ἐσθίειν βότρυς. Κάλλιστοι οὖν ἔσονται οἱ διάλογοι πολλῶν καὶ ἄλλων φιλελλήνων τῶν λόγων μετεχόντων. ∆ιὰ μὲν οὖν τοῦτο παρακαλοῦμεν πάσας καὶ πάντας ὑμᾶς ἐκ πάσης τῆς οἰκουμένης, αἳ/οἳ χαίρετε τῇ τῶν ἀρχαίων σοφίᾳ καὶ τοῖς λόγοις αὐτῶν, προσελθόντες συνδιαλέγεσθαι ἡμῖν. 

 

Ποία δὲ γενήσεται ἡ διδασκαλία; ∆ὶς τοι τῆς ἡμέρας ἐν τόπῳ χαρίεντι συλλεγόμεθα καὶ ἀναγιγνώσκομεν γράμματα ἀξιώτατατῶν ἀρχαίων ἐξηγούμενοι αὐτὰ κατὰ τὸ ἔθος τῶν φιλολόγων καὶφιλοσοφούμενοι περὶ τῶν νοημάτων αὐτῶν. Οὐδενὶ δὲ ἀνάγκη ἔσται ἐξ ἀρχῆς μῦστες τῆς κοινῆς ἑλληνικῆς ὥσπερ Γοργίας μακροὺς λόγους προφέρειν. Ἔξεστι γὰρ παντὶ τὸ πρῶτον μόνον ἀκροατὴς γενέσθαι. Ἀλλὰ ταχέως ὄψεσθε ὡς ῥαδίως ταῖς τῶν ἀρχαίων Ἑλλήνων λέξεσιν διαλεγόμεθα. Μελέτη γὰρ τὸ πᾶν, ὥς φησι Περίανδρος. Ἡ δὲ ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διαγωγὴ οὐ μονον ἐκ διαλόγων σύγκειται, ἀλλὰ καὶ ἄλλα γένοιτο ἄν πολλά. Πολλάκις γὰρ μουσικοί τε καὶ ἄλλοι τινὲς παιδείαν τιμῶντες ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διατρίβουσιν, ὥστε συναυλίαι καὶ ἀκροάσεις τινὲς γίγνονται ἑσπέρας. Καὶ οἷόν τε ἂν εἴη ἄλλον τόπον θεάσασθαι καὶ δρᾶμά τι ἐν ἀρχαίῳ τινὶ θεάτρῳ. Ἡγήσεται τοῦ συλλόγου Kollirou Antonia περί ἀναγνώσεως κωμωδιῶν τοῦ Μενάνδρου καί λόγων τοῦ Βασιλείου τοῦ Μεγάλου καί περί εἰσαγωγῆς εἰς τήν νέαν ἑλληνικήν.

 

Πυθέσθαι δὲ ἡ βουλομένη/ὁ βουλόμενος τοῦ τε τοῦ συλλόγου προγράμματος καὶ τῆς ἐκλογῆς συγγραμμάτων ἅ ἀναγνωσόμεθα, γραψάτω αὐτῷ ἐπιστολήν:  tonikoll82@hotmail.com

www.antoniakollirou.com

Πρόγραμμα τοῖν δυοῖν ἑβδομάδοιν:

 

10.30-12.30: ἀνάγνωσις συγγραμμάτων καὶ διάλογος περὶ αὐτῶν
17.00-19.00: ἀνάγνωσις συγγραμμάτων καὶ διάλογος περὶ αὐτῶν καί εἰσαγωγήν εἰς τήν νέαν ἑλληνικήν τῷ σαββάτῷ και τῇ κυριακῇ σχολάσομεν.
Τίνων ἡ ἀναγνώσεως συγγραμμάτων ἐσται δι´ὀλίγου ἐνθά δε γραφήσεται.
ἡ τιμὴ ἡ τῆς ἐν πολυκλίνοις δωματίοις διαίτας: τριακόσιαι καί πεντήκοντα εὐρῶνες. ἡ τῆς διδασκαλίας τιμή: πενήκοντα εὐρῶνες.Ἔξεστι δὲ, τῇ βουλομένῇ/τῷ βουλομένῳἰδίον δωμάτιον ἔχειν, πυθέσθαι τοῦ κτίστου καὶ κυρίου τοῦ Ἑλληνικοῦ Εἰδυλλίου καὶ ταύτην λαμπρῶς τὴν
διδασκαλίαν χορηγοῦντος: Andreas Drekis - Hellenikon Idyllion

Ἀττικιστὶ διαλέγεσθαι - τριάκοντα ἔτη - ἐν τῷ κήπῳ τῶν Μουσῶν -
Altgriechisch Seminar im Hellenikon Idyllion
Σωκράτης
Ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν;
Φαῖδρος
Παρὰ τοῦ Ἀνδρέας Δρεκίς, ὦ Σώκρατες, πορεύομαι δὲ πρὸς αἰγιαλὸν ἔξω του κήπου συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ. Οὐκοῦν βούλομαι περιπατεῖν τι.
Σωκράτης
Καλῶς γάρ, ὦ ἑταῖρε, ποιεῖς. Ἀτὰρ εἰς Ἀνδρέας, ὡς ἔοικεν, φοιτᾷς.

Φαῖδρος
Πάνυ γε, μετεῖχον γὰρ τῆς διδασκαλίας τῆς ἀρχαίας ἑλληνικῆς γλώττης ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ.
Σωκράτης
Τί ἐστι τὸ Ἑλληνικὸν Εἰδύλλιον ;
Φαῖδρος
Πρὸς ταύτην τὴν ἐρώτησιν πολλὰς ἀποκρίσεις ποιοίμην ἄν.
Σωκράτης
Ἀποκρινοῖο ἄν.
Φαῖδρος
Καὶ μήν, ὦ Σώκρατες, ἀρέσκοι ἄν γέ σοι τὸ χωρίον · πρῶτον μὲν γὰρ ἀναπαυτήρια οἰκήματα καὶ καταγώγιον καὶ σμικρὸν πανεπιστήμιον καὶ Ἀκαδημεία μουσουργοῖς ἐστίν. Πρὸς δὲ τούτοις, ἐπιτήδειος ἐστι τόπος πᾶσιν, ὅσοι περὶ τὰς τέχνας σπουδάζουσιν οἷον περὶ τὴν μουσικὴν ἢ τὴν γραφικὴν ἢ τῆν δραματικὴν.
Σωκράτης
Πάντα δὴ ταῦτα, ὦ φίλε Φαῖδρε, θαυμαστὰ καὶ ἄριστα γε φαίνεται, ἀλλ᾽ὅ τι τὸ Ἑλληνικὸν Εἰδύλλιον ὄντως ἐστὶν οὐ δοκεῖς μοι σαφέστερον πω ὁρίσαι. Ἄρ᾽ ἔχεις εἰπεῖν τί τῷ ὄντι τυγχάνει ὂν αὐτὸ, καὶ τοῦ ἕνεκα ;
Φαῖδρος
Ἀλλ᾽οὐκ ἔχω ὅ τι ἀποκρίνωμαί σοι. Καίτοι μυριάκις γε περὶ τοῦ Ἐλληνικοῦ Εἰδυλλίου παμπόλλους λόγους εἴρηκα καὶ πρὸς πολλούς, καὶ πάνυ εὖ, ὥς γε ἐμαυτῷ ἐδόκουν· νῦν δὲ οὐδ' ὅ τι ἐστι τὸ παράπαν ἔχω εἰπεῖν. Οὐδὲν ἧττον ἐγὼ δή σοι πειράσομαι διηγεῖσθαι· Τὸ μὲν οὖν Ἑλληνικὸν Εἰδύλλιον ἐξέπλησε, ὡς ἔπος εἶπειν, τὸ ὄναρ τὸ τοῦ κτίστου καὶ κύριου καὶ ἐπιστάτου τοῦ κήπου, Ἀνδρέας Δρεκὶς τοὔνομα.
Εὐθὺς γὰρ δὴ νέος ὤν, συνέγνω μὲν ὅτι σχεδὸν καὶ ἰδίᾳ ἑκάστῳ καὶ κοινῇ πᾶσι άνθρώποις σκοπός τις εἴη καὶ τοῦτ᾽ ἐστὶν ἐν κεφαλαίῳ εἰπεῖν ἡ εὐδαιμονία. Οἱ πολλοὶ δὲ, ὠς αὐτῷ ἐδόκουν, πλανῶνται ζητοῦντες τὰ πρὸς αὐτὴν, ἡγούμενοι πλούτῳ καὶ ἐξουσίᾳ καὶ δόξᾳ εὐδαίμονες γενήσεσθαι. Αὗται δὲ αἱ ὁδοί τοσούτου δέουσιν ἄγειν τοὺς ἀνθρώπους πρὸς τὴν εὐδαιμονίαν ὥστε αὐτοὺς ἀφιστᾶσιν ἀπ᾽ αὐτῆς.
Τῇ γὰρ εὐδαιμονίᾳ μᾶλλον συμφέροι ἂν τὸ παιδεύειν τὰ τῆς τε ψυχῆς καὶ τὰ τοῦ νοῦ. Ὅστις ἄν οὖν ἁπλῶς δέχηται τὸ κάλλος καὶ τὴν ἁρμονίαν τοῦ κόσμου, καὶ δίκην τῶν τ᾽ ἀρχαίων καὶ φιλοσοφῶν ἐνθυμεῖσθαι δυνατὸς γίγνηται καὶ αὐτῷ τὸ θείον τοῦ κόσμου ἀποκαλύπτηται, οὕτος δὴ εὐρήσεται ῥᾶον οὐ μόνον τὴν ἀληθείαν ἀλλὰ καὶ τὴν ἀρχὴν καὶ ῥίζαν τῆς εὐδαιμονίας.
Σωκράτης
᾿Αληθῆ λέγεις.
Φαῖδρος
Τοιγαροῦν ὁ Ἀνδρέας, φιλόξενός τε καὶ μεγαλοπρεπής ὤν, συγκαλεῖ πρὸς τὸ Ἑλληνικὸν Εἰδύλλιον ἐν μεγάλῳ κήπῳ κείμενον πλήσιον τῆς θαλάττης, παντοδαποὺς ἀθρώπους, ξένους βουλομένους ἀναπαύεσθαι, ἀλλοὺς τ᾽ὁδοιπόρους καὶ κρουματοποιούς, ὧν οἱ μὲν εἰσιν κατ' ἐμπειρίαν μουσικοί, οἱ δὲ κατὰ τέχνην, καὶ ᾠδούς, οἳ ἐν τῷ κήπῳ τῷ μεταξὺ τῶν οἰκοδομημάτων ἐν μέσῳ ὄντι κρούσουσι καὶ ᾄσονται ὡς τέρψοντες τοὺς παρόντας, ὕστερον δὲ καὶ φιλοσόφους ὠς φιλοσοφικὰς διατριβὰς μετ᾽ἀλλήλων διατρίψοντας. Καὶ δὴ καὶ θαυμαστή τοι καὶ πάντων ἄλλων διαφερούσα ἡ διδασκαλία τῆς ἀρχαίας ἑλληνικῆς γλώττης , ἣ κατὰ τὸ πάλαι ἔθος ἡμῶν φιλεῖ γίγνεσθαι καὶ εἰς αὐτὴν φοιτῶσιν πάντες σπουδαῖοι καὶ σπουδαίαι φιλέλληνες ὡς συναττικίσοντες.
Σωκράτης
Ποία δὲ γίγνεται ἡ διδασκαλία;
Φαῖδρος
∆ὶς τοι τῆς ἡμέρας ἐν τόπῳ χαρίεντι τοῦ κήπου συλλεγόμεθα καὶ ἀναγιγνώσκομεν γράμματα ἀρχαῖα ἐξηγούμενοι αὐτά κατὰ τὸ ἔθος τῶν φιλολόγων.
Σωκράτης
Θαυμάσιον γ᾽, ὦ φίλε. Οὐδὲν γὰρ τοιοῦτον, ὅσα γε τὰ νῦν ἐμοὶ δοκοῦντα, πώποτ᾽εἶδον. Ἄρ᾽ ὑπάρχει καὶ ἄλλοθι τι ὅμοιον ;
Φαῖδρος
Οὐ μὰ τὸν Θεόν. Ὅστις γὰρ ἂν χρόνον τινὰ ἐκεῖ διατρίψῃ, ἐρεῖ σοι τοιοῦτον τόπον ὅτι οὐδαμοῦ γῆς ὑπάρχει, εἰ μὴ ἐν τοῖς Σελιανιτικοῖς τῆς Ἑλλάδος παρ᾽ Ἀνδρέας Δρεκὶς.

Τίνες ἐσμέν

Σύνοψις     Ἱστορία     Χώρα

ΕΚΦΡΑΣΙΣ ΤΩΝ ΕΝ ΤΗΣ ΠΑΛΑΙΑΣ ΓΛΩΤΤHΣ ΑΣΚΗΣΙ ΣΥΝΤΥΧΟΝΤΩΝ ἐν τῷ κήπῳ τῶν Μουσῶν - Ιούλιος 1993!!

Διαλεγόμενοι καὶ περὶ τῶν καθ' ἑκάστην τὴν ἡμέραν πραγμάτων καὶ φιλοσοφοῦντες αὖθις χρῆσθε τῇ φωνῇ τῇ τῶν πάλαι Ἑλλήνων διάγοντες ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ τῷ ἐν τοῖς Σελιανιτίκοις Αἰγιαλοῦ.

Τούτων τῶν ξένων ὁ ἐπιστάτης ἐστὶν ὅδε·
Andreas Drekis
Idyllion Hellenikon
GR – 25100 Selianitika / Egion
Tel. 0030/691/7 24 88 καί κινητόν 0030 6972263356

info@idyllion.eu

www.idyllion.eu

Ἴσως μὲν ἤδη ἀκηκόατε, ὅτι διάλογοι Ἑλληνικοὶ πέρυσιν ἐγένοντο ἐν τῷ καλουμένῳ Ἑλληνικῷ Εἰδυλλίῳ, ὧν οἱ μετέχοντες Ἕλληνές τε καὶ Γερμανοὶ ἤσκουν ἀπὸ στόματος ἱέναι τὴν φωνὴν τὴν τῶν πάλαι Ἑλλήνων.

Ἔστι δὲ τὸ εἰδύλλιον τοῦτο οἰκήματα ἀναπαυστήρια ἐν τοῖς Σελιανιτικοῖς τῆς Ἑλλάδος· τὰ δὲ Σελιανιτκὰ κώμη ἐστίν, ἥ κεῖται ἐν τῇ Πελοποννήσῳ, ἐπίκειται δὲ τῷ Κορινθιακῷ κόλπῳ κατὰ Αἴγιον τῆς Αἰγιαλείας, ἀπέχει δ' ἀπὸ τῶν Πατρῶν ὡς ἕξ παρασσάγγας. Οὗτος οὖν ὁ τόπος ἐπικαιρότατός ἐστι πᾶσιν, ὅσοι μέλλουσιν ἡμερησίαν ὁδὸν προσελθόντες εἰς τὰ πέριξ ἐπισκέψεσθαι τὸυς ἀρχαίους τόπους, οἷον τούς τε Δελφοὺς καὶ τὴν Ὀλυμπίαν καὶ τὴν Ἐπίδαυρον καὶ τὴν Μυκήνην, ἢ πλοιαρίῳ χρώμενοι πλεύσεσθαι πρὸς τὰς ἐγγὺς νήσους ἢ πορεύσεσθαι πρὸς τὰς λίμνας καὶ τοὺς ποταμοὺς τοὺς ἐν τοῖς ὄρεσιν τοῖς τῆς Πελοποννήσου. Ἔστι τ' εὐπόρως ἀφικέσθαι ἐπὶ τὰ Σελιανιτικὰ τῷ πορθμείῳ ἢ τῇ ἁμαξοστοιχίᾳ ἢ τῷ ἀεροπλάνῳ. 

Ἐπειδὴ τοίνυν αὕτη ἡ παραλία οὕτως εὔξενός ἐστι καὶ μουσικωτάτη, Ἕλληνί τινι ὄνομα Ἀνδρέᾳ Δρεκίδι, ὅς φιλόξενός τε καὶ μεγαλοπρεπής ἐστι τὸν Ἀττικὸν τρόπον. ᾠκοδομηκότι τὰ ἀναπαυστήρια οἰκήματα τὰ ἐν τῇ εἰκόνι καὶ μισθοῦντι αὐτὰ ξένοις ἐκεῖ βουλομένοις ἀναπαύεσθαι ἐπῆλθε πρῶτον μὲν καλεῖν πρὸς ἑαυτὸν κρουματοποιούς θ', ὧν οἱ μὲν ἦσαν κατ' ἐμπειρίαν μουσικοί, οἱ δὲ κατὰ τέχνην, καὶ ᾠδούς, οἳ ἐν τῷ κήπῳ τῷ μεταξὺ τῶν οἰκοδομημάτων ἐν μέσῳ ὄντι κρούσουσι καὶ ᾄσονται ὡς τέρψοντες τοὺς παρόντας, ὕστερον δὲ καὶ φιλοσόφους, οἳ φιλοσοφικὰς διατριβὰς παρέξουσι τοῖς συνοῦσιν. Ἐπεὶ δὲ καὶ τοῦτο οὐκέτι ἤρκει αὐτῷ ἅτε ἐν τοῖς μάλιστα θαυμάζουσι τὰ ἀρχαῖα τὰ τῶν Ἑλλήνων, μετεπέμψατο ἐπαΐοντας περὶ τοῦ ἱέναι τὴν Ἀττικὰν τὴν παλαιὰν φωνήν, οἳ ἐν τῷ κήπῳ καθήμενοι καὶ ἀττικιστὶ διαλεγόμενοί τε περὶ τῶν καθ' ἑκάστην τὴν ἡμέραν πραγμάτων καὶ φιλοσοφοῦντες περὶ τὰ τοῦ Πλάτωνος ἀλλήλοις διὰ φιλίας ἴασιν καὶ Ἐπικουρείως χρήσονται. Ἔστι γὰρ παραβάλλειν τὰς συνουσίας τὰς παρὰ Ἀνδρέᾳ Δρεκίδι γιγνομένας πρὸς τοὺς Ἐπικουρείους, ἐπεὶ διελεγόμεθα ἐν κήπῳ μεστῷ δένδρων μάλ' ἀμφιλαφῶν τε καὶ ὑφηλῶν, ἐν οἷς τέττιγες ᾄδοντες ἐτύγχανον. 

Οἱ οῦν ἐκεῖσε ἐλθόντες ἐν τοῖς οἰκίσκοις μονάδην ἢ ἐν πολυκλίνοις οἰκιδίοις κατ' ἐνίους οἰκοῦντες καθ' ἡμέραν ἀμφὶ ἀγορὰν πλήθουσαν ἐξιόντες καὶ ὑπὸ τῇ τῆς ἀπίου σκιᾷ καθήμενοι περὶ τὴν ἐν τῷ κήπῳ τράπεζαν μετεῖχον τῶν Ἑλληνικῶν διαλόγων τευτάζοντες περὶ τὴν χρῆσι τὴν τῆς Ἑλληνικῆς φωνῆς διδασκόμενοι ὑπο τοῦ διδασκάλου, ὅπως δεῖ ἀσπαζεσθαί τ' ἀλλήλους καὶ ἐρωτᾶν τοὺς ἄλλους, τί αὐτοῖς ὄνομά ποτ' ἐστί, τί πράττουσιν, τί πάσχουσιν, εἰ ἤδη ἐπίστανται ἀπὸ στόματος ἑλληνίζειν, καὶ ὅπως δεῖ αὐτὸς χαίρειν κελεύειν. Μετὰ δ' δύο ὥρας, καθ' ἃς ὁ διδάσκαλος κατὰ σμικρὸν ἔπος πρὸς ἔπος ποιούμενος τὴν συνουσίαν εἴθιζε τοὺς συνόντας ἐνίους λόγους ἑλληνιστὶ ποιεῖσθαι πρὸς ἀλλήλος, τελευτὴν ἐπιθέντες τῇ διδασκαλίᾳ καὶ ἐσχόλαζον διὰ τὸν καῦμα εἰς τὴν δίαιταν, οἱ μὲν ὑπὸ κόπου κατεχόμενοι ἐκάθευδον οὐκ ἀνεχόμενοι τὰ ἰσχυρὰ θάλπη, οἵ δ εὐήλιοι κατὰ τὸν κῆπον εἰληθεροῦντεσ ἔκειντο ἐπὶ κλίναις, οἱ δ' ἐκολύμβων ἐν τῇ ἐγγὺς θαλάττῃ ἢ παρηλίαζον ἢ περιπατοῦντες διὰ τῶν Σελιανιτικῶν τῆς κώμης ἠγόραζον τά τ' ἐπιτήδεια καὶ τὰ μνημόσυνα καὶ τὰ εἰκονικὰ ἐπιστολίδια ὡς πέμψοντες πρὸς τοὺς οἴκοι. 

Ἔτι τοίνυν ἑκάστης τῆς ἡμέρας παρείχετο πρὸς ἑσπέραν ἑτέρα διδασκαλία ἀπὸ τῆς πέμπτης ὥρας μέχρι τῆς ἑβδόμης, καθ' ἣν ἔδει ἕνα ἕκαστον διηγεῖσθαι διὰ πλειόνων, ἃ δι' ἡμέρας ἐποίησεν. Ἔτι δ' ἀνεγιγνώσκομεν τὰ γεγραμμένα τὰ τοῖς πάλαι Ἕλλησι καὶ ἐξηγούμεθα τὸν Πλάτωνος διάλογον τὸν Εὐθύφρονα ἐπιγεγραμμένον – καίτοι – τό γε θαυμαστότατον – οἱ διάλογοι οὐκ ἦσαν δυσχερεῖς, ἀλλὰ πολλάκις ἐπὶ το παιγνιδῶδες ἐξενίκων. 

Ἐπεὶ δὲ συνεσκότασε καὶ τὸ πνῖγος ἠπιώτερον ἐγένετο, τοτὲ μὲν παραλιάσαντες καὶ εἰς πανδοκεῖον καταλύσαντες εὐωχούμεθα ἐπὶ δείπνου ἀττικίζοντες πανδοκευτρίας θαυμαζούσης, τίς ποτέ ἐστιν ἡ τῶν καταλυτῶν διάλεκτος, τοτὲ δ' ἐν τῷ τοῦ Ἀνδρέα κήπῳ ἐτερπόμεθα ἀκούοντες θεολόγου διαλεγομένου ἢ ἐψυχαγωγούμεθα ὑπὸ μουσικῶν καὶ ὑποκριτῶν· Ἠκούομεν μὲν γὰρ κιθαριζόντων τε καὶ αὐλούντων, ποιήματα δὲ μεμελοποιημένα τῆς τε Σαπφοῦς καὶ τοῦ Ἀλκαίου καὶ τοῦ Θεόγνιδος, Βαρβάρας δὲ Λουθῆρος μονῳδούσης μελῳδίαν τὴν τοῦ μουσικοῦ δράματος τοῦ περὶ Ὀρφέως κα ὶΕὐρυδίκης, οἱ δ' ἀττικίζοντες αὐτοὶ ὑπερκρίναντο τὰ περὶ Λυσίαν καὶ Πείσωνα τὰ κείμενα παρὰ Λυσίᾳ ἐν τῷ δωδεκάτῳ λόγῳ. 

Καὶ τέλος μὴν ἡμεῖς ἅπαντες ἐξοδεύσαντες κοιναυτοκινήτῳ καὶ διὰ στενῆς καὶ ἑλικοειδοῦς ὁδοῦ πορευόμενοι ἀνέβημεν ἐπὶ ἀρχαῖον θέατρον ὀλίγον πρὸ τούτων ἀνεσκαμμένον, κείμενον δ' ἐφ' ὑψηλοῦ λόφου, περιεχόμενον δ' ὄρεσι, ἀφεστῶσαν τῆς θαλάττης οὐ πολύ, ὥστ' ἀπὸ τοῦ ἄκρου καθορᾶν τὴν θάλατταν. ἔνθα δὴ θαυμάζοντες τὸ κάλλος τὸ τοῦ τε τόπου καὶ τῶν πέριξ ἐκαθήμεθα ἐπὶ τοῖς λιθίνοις βάθροις καὶ ἑσπέρας ἤδη ἐπιγιγνομένης κνεφαῖοι διὰ σιγῆς ἀπελαύομεν τῶν τε μουσιζόντων καὶ τῶν ῥαψῳδούντων στίχους Σοφοκλέους και λόγους Ἰσοκράτους. 

Ταῦτα μὲν οὖν οὕτως ἐγένετο. Ἐπεὶ δ' αὖ τῇ τελευταίᾳ τῶν συνουσιῶν ἐγίγνετο τὸ ἐπὶ τέλος δεῖνον, πάντες ἐν τῷ καπηλείῳ τῷ ἐγγὺς τοῦ Ἀνδρέα κήπου ἱλαρῶς διατρίβοντες διὰ τέλους τοὺς λόγους ἐποιοῦντο ἀττικιστὶ φιλίας συνάπτοντες πρὸς ἀλλήλους, οἱ Ἕλληνες πρὸς τοὺς ἀλλοδαπούς, οἷον τοὺς Αὐστριακοὺς καὶ τουὺς Βέλγας καὶ τοὺς Γερμανοὺς καὶ τοὺς Ἰταλούς, οἱ αὖ ἀλλοδαποὶ πρός τοὺς Ἕλληνας. 

Ἐπεὶ οὖν μόνιμός ἐστιν ἡ περὶ τὰ Ἑλληνικὰ σπουδὴ καὶ βέβαιος, ὁ Ἀνδρέας Δρεκὶς καὶ τῆτες κατασευάσει τὰ συνέδρια τὰ τοῦ ἀττικίζειν εὖ εἰδώς, ὅτι οἱ ἐπαΐοντες περὶ τοῖν ἀρχαίαιν φωναῖν οἵ τ' ἐν τῇ Γερμανίᾳ καί οἱ ἄλλοθι λιπαρῶς ἔχουσι περεῖναι τῇ τοῦ ἀττικίζειν διδαχῇ. Αἱ οὖν συνουσίαι αἵ ἐν τῇ περὶ τὰ Σελιανιτικὰ χώρᾳκατὰ τὰ προειρημένα γενήσονται μὲν τοῦ ἐπιγιγνομένου θέρους τῷ Μεταγειτνιῶνι μηνὶ τοῦ τρίτου ἐνιαυτοῦ τῆς ἑξακοσιοστῆς καὶ ἐνενηκοστῆς καὶ τρίτης Ὀλυμπιάδος, ἄρξονται δ' ὀγδόῃ ἱσταμένου, τελευτήσονται δὲ τετάρτῃ μετ' εἰκάδα τοῦ αὐτοῦ μηνός, ὥσθ' ἠμᾶς δώδεκα ἑξῆς ἡμέρας συνάψειν μελετῶντας τὸ ἀττικιστὶ διαλέγεσθαι.

Καὶ αὖθις ἐξὸν δὶς τῆς ἡμέρας μετέχειν τῆς δυοῖν ὥραιν διδασκαλίας οἱ παρόντες διαμελετήσουσι ἱέναι μὲν ἀπὸ στόματος τὴν Ἀττικὴν τὴν παλαιὰν φωνὴν κατὰ τὴν προφορὰν τὴν τῆς τετάρτης ἑκατονταετηρίδος τῆς πρὸ Χριστοῦ, ἣν ἐρευνήσας οὕτως ἀποκατέστησεν Ἀλλὴν ὁ σοφιστὴς ὁ τῆς Ἀκαδημείας τῆς ἐν Καμβρίδγῃ τῆς Βρεττανίας ὥστε μάλα διαφέρει καὶ τῆς Ἐρασμικῆς καὶ τῆς τῶν νῦν Ἑλλήνων – ἐκ τούτου δῆλόν ἐστιν, ὅτι καὶ τοὺς ῞Ελληνας καὶ τοὺς ἄλλους δεήσει μεταλλάττειν τὴν κοινὴν ἐκφοράν - , συστήσαντες δ' ἐκ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων τῆς ἀρχαίας φωνῆς λέξεις καινὰς χρῆσθαι ἐπὶ τὸ συντιθέναι τῶν καινῶν πραγμάτων τὰ ὀνόματα. Αὐτοῖς δ' αὖ, εἰ βούλοιντο ἐξερευνᾶν λέξιν τινά, ἐξείη ἂν φυλαττομένοις ὑπὸ τοῦ προστάτου καθ' ἕνα χρῆσθαι ὀλίγον τι τῷ συμπαγεῖ δίσκῳ τῷ τῆς Καλιφορνικῆς Ἀκαδημείας, ἐν ᾧ ἔνεστι πάντα τὰ γεγραμμένα τά τε τοῖς πάλαι Ἕλλησι καὶ τοῖς Βυζαντίοις.

Τίσι δ' αὖ συμβολεύω τοῖς ἑλληνίζοισιν εἰς λόγους ἐλθεῖν; Ῥᾷστά γέ τοι καὶ ἀνυσιμώτατα παραγένοιντο ἂν οἱ ἤδη ἔχοντες ἁμῶς γέ τως ἐπιστήμην τῆς Ἑλληνικῆς φωνῆς, ὅτι καὶ ῥᾴδιοι κατὰ σύνταξιν λόγοι περιέχουσι δυσκαταμαθήτους μορφὰς τῆς τε συζυγίας καὶ τῆς τῶν ὀνομάτων κλίσεως. Καίτοι γ' ὅστις ἄπειρος ἔτι ὢν τῶν Ἑλληνικῶν διαλόγων σπουδάζειν ἐθέλει περὶ τὰ στοιχεῖα τὰ τῆς Ἑλληνικῆς φωνῆς οὕτος μετεχέτω τῆς στοιχειώσεως, ἣν παρέξει γυνή τις Ἑλληνὶς διδάσκαλος οὖσα τῆς τῶν πάλαι φωνῆς. Κἀγὼ τοῦτο πέπεισμαι ὅπως ἅπαντες οἱ παραγεγενημένοι καὶ τῆτες παρέσονται ἅτε τῆς τῶν διαλόγων μεγαλοπρεπείας θελγούσης τὸν νόημα αὐτῶν.

Τούτων μὲν δὴ μέχρι τούτου· νῆν δὲ διηγήσομαι πρὸς ὑμᾶς, πῶς ἐκεῖσε πορεύσεσθε· τῶν μὲν οὖν ἀεροπλάνῳ ἀπαιρόντων ἐκ τῆς Γερμανίας ἢ ἄλλοθέν ποθεν εἰς τὸν Ἑλλάδα καὶ καταράντων Ἀθήναζε ἢ ἐπὶ τὸν ἐν Ἀράξῳ ἄερολιμένα καί ἀποβάντων ἀπὸ τοῦ ἀεροπλάνου οἱ μὲν εἰσβάντες εἰς μετακομιστικὴν ἅμαξαν πορευέσθων εἰς τὰ Σελιανιτικά· οἱ δ' ἐλθόντες ἐπὶ τὸν κοιναυτοκινητικὸν σταθμὸν τὸν εἰς τὴν Πελοπόννησον καί εἰσβάντες εἴς τι τῶν καθ' ὥραν κοιναυτοκινήτων ὀχείσθων εἰς τὸν Αἴγιον τὴν πόλιν· ὅθεν δὴ μισθωσάμενοι μετακομιστικὴν ἅμαξαν ὡσαύτως ἀπιόντων ἐπὶ τῶν Σελινιτικῶν. Οἱ δὲ αὖ ἐκ τῆς Ἰταλίας περαιώμενοι εἰς τὴν Ἑλλάδα καὶ κατακολπίσαντες εἰς τὰς Πάτρας τὸν προειρημένον τρόπον ἀφικέσθων παρὰ Ἀνδρέαν Σελιανιτικάδε. Ἀλλὰ μή γε κατοκνήσητε καὶ μακρὰν ὁδὸν πορεύεσθαι πρὸς τοὺς ἐν Σελιανιτικοῖς Ἕλληνας τοὺς διδάσκειν τι χρήσιμον ἐπαγγελλομένους.

Τέλος δὲ καὶ περὶ χρημάτων ὁ λόγος ἔστω· τοὺς μὲν γὰρ μαθητὰς καὶ τοὺς φοιτητὰς δέησει τετταράκοντα καὶ διακοσίους σίγλους Γερμανικοὺς τελέσαι ὑπὲρ τῆς διδασκαλίας, τοὺς δ' ἄλλους ἐνενήκοντα καὶ διακοσίους. Αὕτη θ' ἡ τιμὴ περιέχει καὶ τὴν δαπάνην τὴν περὶ τά τε βιβλία τὰ πρὸς τὴν διδαχὴν καὶ τὰ τῶν λέξεων συγγράμμαθ', ἃ προῖκα παραλήψονται οἱ τὰ δίδακτρα καταθέντες. 
Ἔτι τοίνυν τελευτῶν δέομαι ὑμῶν τήνδε τὴν προτρεπτικὴν σελίδα διαδιδόντας ἐν ταῖς τῶν εὖ φρονούντων διατριβαῖς ἐπάγεσθαι ὡς πλείστους εἰς τὴν ὁμιλίαν τὴν τῶν Ἀττικιστῶν.
Ἔγραψε τοῦτον τὸν λόγον ὁ διδάξων τὴν τοῦ ἑλληνίζειν τέχνην Θωμᾶς Ἀλώπεκος οὗ ἐστιν ὁ τόπος ὁ τῆς οἰκήσεως ὅδε· Thomas Fuchs, Geiststraße 12/601, D – 06108 Halle/Saale.

 

 

© Copyright 2016 Andreas Drekis. All rights reserved.     Version 1     Version 2     Version 3     Version 4

Ἐγκώμιον τοῦ Ἑλληνικοῦ Εἰδυλλίου
Χαλεπὸν μέν, ὦ ἄνδρες γυναῖκές τε Ἑλληνικώτατοι, αἰτίας τοῦ τὸν Ἑλληνικὸν Εἰδύλλιον ἐπαινεῖν εὑρίσκειν ἱκανὰς οὔκ ἐστιν, μᾶλλον δ’ ἔργον ἥδιστον εἶναί μοι δοκεῖ, ἀλλὰ τοὺς λόγους τοὺς τούτου τοῦ Εἰδυλλίου ἀξίους ποιεῖσθαι χαλεπώτατον, ὅτι οὔτε πρὸς τοσούτους τοιούτους τε τοὺς τῆς Ἑλληνικῆς φωνῆς ἐμπειροτάτους καὶ κάλλιστα πεπαιδευμένους εἴωθα λέγειν οὔτ’ εἰμι τὸ γένος αὐτὸς Ἕλλην.

Διὰ δὴ τοῦθ’, ὦ ἀκριβέστατοι δικασταί, συγγνώμην, ἀντιβολῶ ὑμᾶς, ἔχετέ μοι μέγα μὲν ἔργον, ἀλλὰ διὰ βραχυτάτων τελεῖν πειρασομένῳ. Φέρε δή τέτταρες οὖν αἰτίαι εἰσίν, ἃς ἐκ ἄλλων πολλῶν ἑλὼν ἐρῶ, τοῦ ἐπεινεῖν ἀξιωτάται· ὁ τόπος, τὰ πέριξ, οἱ ἄνθρωποι, τὸ ἔργον. Ἄρξομαι δὲ τοῦ τόπου.

Τοῦτον γὰρ τὸν τόπον, ὡς ἐμοίγε δοκεῖν, τὸν διὰ τὸ καθ’ ἡμέραν ἔθος εὐγνωστότατον οὐ δεῖ ἀναμνιμνῄσκειν ὑμᾶς.´ Φανερὸς γάρ ἐστιν ἡμῖν τὸ νῦν ἐνταῦθα παροῦσι. Ἀλλὰ περιβλέπετε καὶ ὄψεσθε τὰ ἐνταῦθα θαύματα·

Τά φυτὰ τὰ πᾶσι χρώμασι ἀνθοῦντα, τὰ δένδρα, τὰ ῥόδα ἢ λέγοιμι ἂν ἐν τῇ νέᾳ φωνῇ τὰς τριανταφυλλίδας; ταῦτα μὲν ὁρᾶν δυνάμεθα καὶ ἄλλα πολλά ἀρέσκουσιν δ’ ἡμῖν ἀνδράσι γυναιξί τε φιλοσοφωτάτοις οὖσι καὶ τὰ μόνον ἐν τῷ νῷ ὄντα. Καὶ τούτων γε μάλιστα, ὅτι ἐν τῇ Ἑλλάδι ὄντες τυγχάνομεν τῇ πολλῶν καλῶν κἀγαθῶν ἀνδρῶν πατρίδι καὶ τῶν ποιητῶν καὶ τῶν ἱστορικῶν καὶ τῶν φιλοσόφφων.

Ἀλλὰ τί ὄφελος πάντα τὰ ὀνόματα λέγειν πάντων τῶν Ὁμήρων, τῶν Ἡροδότων, τῶν Πλατόνων. Ἆρ’ οὐχ ἡμεῖς εἰς τοῦτον τὸν τόπον ἀφικόμενοι ταὐτὸ πράττομεν αὐτοῖς; Ἆρ’ οὐ καὶ ἡμεῖς χώραν τινὰ καλὴν ζητήσαμεν, ἵνα ἐν ἡσυχίᾳ φιλοσοφοῖμεν καὶ ἀττικίζοιμεν;

Ναί. Ἐμπνεόμεθα γὰρ ὑπὸ τούτου τοῦ τῶν  Μουσῶν καλουμένου κήπος καὶ δὴ καὶ τῶν περὶ αὐτὸν· ὑπὸ γὰρ τῆς θαλάττης, τῶν ὀρέων, τῶν ἐνθάδε ἀνθρώπων. Τί γὰρ τὸ Ἑλληνικὸν Εἰδύλλιον ἄνευ τῶν αὐτὸ οἰκούντων ἀνθρώπων ἂν ἦν, οἳ ἐκ ἅπαντος τοῦ κόσμου ἦλθον ὡς ὁμοῦ ταῖς Μούσαις ἔργα ἐργασόμενοι.

Τί λόγων δεῖ λέγειν, πῶς τῇ ὁμιλίᾳ αὐτῶν ἡδόμην; Ἀλλ’ εἰ μὲν μὴ πάντας καὶ πάσας ὀνομάζειν δύναμαι, τούτους δὲ τοὺς ἀμφοτέρους ἐρῶ· τὸν μέγαν Ἀνδρέαν καὶ τὸν σοφώτατον Λευκόθυμον.

Χάριν οὖν οἶδα μεγίστην σοι, ὦ κυριώτατε Ἀνδρέα, ὅτι ἡμῖν τὸν οἶκόν σου παρεῖχες, καὶ χάριν σοι, ὦ Λευκόθυμε, πάντων ὧν ἔγνων λέγειν δεινότατε, ὅτι καίπερ ἀνέμων μεγάλων πνεόντων ἡμᾶς τὰ πρῶτα τῆς Ἑλληνικῆς γλώττης ἐδίδαξες. Ἐπαινῶ καὶ τὸν Ἀδόλφον τὸν πολλὰ λαλεῖν βουληθέντα, ἀλλὰ τὸν, φεῦ τῆς ἀκριβείας, ἀεὶ κωλυσθέντα.

Πάντων οὖν τούτων βοηθησάντων οἶοί τ’ ἦμεν ταῦτα τὰ ῥηθέντα ἰδεῖν καὶ ταῦτα τὰ ἔργα ὧν ἀκούετε, ποιῆσαι. Νῦν δὲ δικάζετε αὐτοί. Εἶπον.

 Der Strand vor dem MiniBungalow oder "Märchenhaus" links, den 2 grossen Bungalows in der Mitte und hinten dem Haupthaus mit der Dachterasse der Nr 22 Appartm. wie es vor 20 Jahren war ........

Nur 30 Metter durch den Rasen bis zum Strand

Ein altes Foto von dem Minibungalow und dem Garten (ohne die momentanen vielen Bäume dazwischen), der bis zum Strand geht

 

Von November bis Ende März können Sie bei uns Orangen, Mandarinen, Grapefruits, Cumquat, Zitronen. Avokados und Oliven wie Kräuter frei pflücken und noch von Oktober bis Anfang Dezember die letzten Nüsse, Kakis, Granatäpfel, Trauben und Feigen.
Auch bis ca. Mitte November kann man bei 19-20°C Wasseremperatur und bis Mitte Dezember bei 17-18°C im Meer baden gehen.


Lamm mit Kartoffeln in unserem Steinofen

Eine große Freude ist auch die Benutzung unserer beiden Steinöfen und das Schmoren unbezahlbarer schmackhaft schmeckenden Speisen, wie zum Beispiel Lamm mit Kartoffeln.

Unser Musikpavillon mit Konzertflügel und E-Piano im Winter geheizt und schön gemütlich kann bei geschlossenen die Glassschiebetüren bis 25 Konzertgäste aufnehmen.

More Informations
Andreas Drekis
Hellenikon Idyllion
GR. -25100
Selianitika, Egion
info@idyllion.eu
Tel.: 0030 26910 72488

Mobil: 0030 69 72 26 33 56 (WhatsApp, Signal, Wiber)

 

New! Winter and Summer !
without fixed dates

Modern-Greek- and Ancient-GreekCourses

Under the direction of the greek Philologist Antonia Kyrilou

Modern  Greek language courses for those who are either familiar with Ancient Greek or come into contact with the Greek language for the first time. The language of instruction is English. Private tuition, charged additionally, is also offered to those who need further support.

Τῷδετῷ θέρει ἔσται τμῆμα διδασκαλικόν τῆς Νέας Ἑλληνικής Γλώσσης, εἴτετοῖς ἤδη διδαχθεῖσι τήν Ἀρχαίαν Ἑλληνικήν, ἤ τοῖς πρωτοδαέσι περί τῆς Ἑλληνικῆς Γλώσσης. Ἡ Ἀγγλική ἐστίν ἡ τῆς διδασκαλίας γλῶσσα. Ἐπί πλέον διδασκαλία τῆς Νέας Ἑλληνικῆς, ἐπί προστιθεμένῃ ἀξίᾳ, παρέχεται ἰδίᾳ τοῖς χρήζουσι περαιτέρω ἐπικουρίας.

More Informations
Andreas Drekis
Hellenikon Idyllion
GR. -25100
Selianitika, Egion
info@idyllion.eu
Tel.: 0030 26910 72488

Mobil: 0030 69 72 26 33 56 (WhatsApp,Wiber, Signal)

Αναμνήσεις....

Φωτογραφία τῶν παρόντων τοῦ Αὐγούστου 2009 /2014

Our Academy of Beauty and Good in the Garden of the Muses in Hellenikon Idyllion, Selianitika ,Peloponnese

 

 

Copyright 2016 Andreas Drekis. All rights reserved.     Version 1     Version 2     Version 3     Version

 

Garten der Musen in Griechenland

 

15th August 2009 Idyllion pie by Jason
15th August 2009 Vanya

 

15th August 2009 Felix
15th August 2009 Theolampos, Part 1/2

 

15th August 2009 Theolampos, Part 2/2
15th August 2009 Alexander